ὃς ἄνδρων φρένας εὐμαρέως ὑποδάμναται, κἤμε μάλθακον ἐξ ἐπόησε σιδαρίω. ἀλλὰ πὲρ ἀπάλω στύματός σε πεδέρχομαι ὀμνάσθην, ὅτι πέρυσιν ἦσθα νεώτερος, χὥτι γηραλέοι πέλομες πρὶν ἀποπτύσαι καὶ ῥύσοι, νεότατα δʼ ἔχην παλινάγρετον οὐκ ἔστι· πτέρυγας γὰρ ἐπομμαδίαις φόρη, κἄμμες βαρδύτεροι τὰ ποτήμενα συλλάβην. ταῦτα χρὴ νοέοντα πέλην ποτιμώτερον, καί μοι τὠραμένῳ συνέραν ἀδόλως σέθεν, ὅπως, ἁνίκα τὰν γένυν ἀνδρεΐαν ἔχῃς, ἀλλάλοισι πελώμεθʼ Ἀχιλλέϊοι φίλοι. αἰ δὲ ταῦτα φέρην ἀνέμοισιν ἐπιτρόπῃς, ἐν θύμῳ δὲ λέγῃς τί με δαιμόνιʼ ἐνόχλης; νῦν μὲν κἠπὶ τὰ χρύσεα μᾶλʼ ἔνεκεν σέθεν βαίην καὶ φύλακον νεκύων πεδὰ Κέρβερον, τότα δʼ οὐδὲ καλεῦντος ἐπʼ αὐλεΐαις θύραις προμόλοιμί κε παυσάμενος χαλέπω πόθω. Παιδικά Ὤιαι τῶ χαλεπῶ καἰνομόρω τῶδε νοσήματος· τετορταῖος ἔχει, παιδὸς ἔρως, μῆνά με δεύτερον, μᾶκος μὲν μετρίω γʼ, ἀλλʼ ὁπόσον τῶ πέδα περρέχε τᾶς γᾶς τοῦτο χάρις· ταῖς δὲ παραύαις γλυκὺ μειδίαι. καὶ νῦν μὲν τὸ κακὸν ταῖς μὲν ἔχει, ταῖσι δέ μʼ οὐκέτι, τάχα δʼ οὐδʼ ὅσον ὕπνω ’πιτύχην ἔσσετʼ ἐρωία· ἐχθὲς γὰρ παριὼν ἔδρακε λέπτʼ ἄμμε διʼ ὀφρύγων