ἀλλʼ εἴ μοί τι πίθοιο νέος προγενεστέρῳ, τῷ κε λώιον αὔτος ἔχων ἔμʼ ἐπαινέσαις, ποίησαι καλίαν μίαν εἰν ἑνὶ δενδρίῳ, ὅππῃ μηδὲν ἀπίξεται ἄγριον ὄρπετον. νῦν δὲ τῶδε μὲν ἄματος ἄλλον ἔχης κλάδον, ἄλλον δʼ αὔριον, ἐξ ἑτέρω δʼ ἕτερον μάτης· καἰ μέν σευ τὸ κάλον τις ἴδων ῥέθος αἰνέσαι, τῷ δʼ εὔθυς πλέον ἢ τριέτης ἐγένευ φίλος, τὸν πρῶτον δὲ φιλεῦντα τρίταιον ἐθήκαο.