οἶνος ὦ φίλε παῖ λέγεται καὶ ἀλάθεα· κἄμμε χρὴ μεθύοντας ἀλαθέας ἔμμεναι. κἤγω μὲν τὰ φρενῶν ἐρέω κέατʼ ἐν μυχῷ. οὐκ ὄλας φιλέειν μʼ ἐθέλησθʼ ἀπὸ καρδίας. γινώσκω· τὸ γὰρ ἅμισυ τᾶς ζοΐας ἔχω ζὰ τὰν σὰν ἰδέαν, τὸ δὲ λοιπὸν ἀπώλετο.