νάσω Τρινακρίας μύελον, ἄνδρων δοκίμων πόλιν. νῦν μὰν οἶκον ἔχοισʼ ἄνερος, ὃς πόλλʼ ἐδάη σόφα ἀθρώποισι νόσοις φάρμακα λύγραις ἀπαλαλκέμεν, οἰκήσεις κατὰ Μίλλατον ἐράνναν πεδʼἸαόνων, ὡς εὐαλάκατος Θεύγενις ἐν δαμότισιν πέλῃ, καί οἱ μνᾶστιν ἄει τῶ φιλαοίδω παρέχῃς ξένω. κῆνο γάρ τις ἔρει τὤπος ἴδων σʼ· ἦ μεγάλα χάρις δώρῳ σὺν ὀλίγῳ· πάντα δὲ τίματα τὰ πὰρ φίλων. Εἰδύλλιον Ἐρῶντος οἶνος ὦ φίλε παῖ λέγεται καὶ ἀλάθεα· κἄμμε χρὴ μεθύοντας ἀλαθέας ἔμμεναι.