οὕτως ἀνυσίεργος, φιλέει δʼ ὅσσα σαόφρονες. οὐ γὰρ εἰς ἀκίρας οὐδʼ ἐς ἀέργω κεν ἐβολλόμαν ὀπάσσαι σε δόμοις ἀμμετέρας ἔσσαν ἀπὺ χθόνος. καὶ γάρ τοι πάτρις, ἃν ὡξ Ἐφύρας κτίσσέ ποτʼ Ἀρχίας νάσω Τρινακρίας μύελον, ἄνδρων δοκίμων πόλιν. νῦν μὰν οἶκον ἔχοισʼ ἄνερος, ὃς πόλλʼ ἐδάη σόφα