ἢν δέ τι γηράσκω, τόδε που μέλι καὶ γάλα πίνω. Δάφνις Κόρη ἁ σταφυλὶς σταφίς ἐστι καὶ οὐ ῥόδον αὖον ὀλεῖται. Δάφνις δεῦρʼ ὑπὸ τὰς κοτίνους, ἵνα σοί τινα μῦθον ἐνίψω. Κόρη οὐκ ἐθέλω· καὶ πρίν με παρήπαφες ἁδέι μύθῳ. Δάφνις δεῦρʼ ὑπὸ τὰς πτελέας, ἵνʼ ἐμᾶς σύριγγος ἀκούσῃς. Κόρη τὴν σαυτοῦ φρένα τέρψον· ὀιζύον οὐδὲν ἀρέσκει. Δάφνις φεῦ φεῦ τᾶς Παφίας χόλον ἅζεο καὶ σύγε κώρα. Κόρη χαιρέτω ἁ Παφία· μόνον ἵλαος Ἄρτεμις εἴη.