οἶδʼ, ἄκρα τιμίη ἐσσί· πατὴρ δέ τοί ἐστι Μενάλκας. Ἠλακάτη Γλαύκας ὦ φιλέριθʼ ἀλακάτα δῶρον Ἀθανάας γύναιξιν, νόος οἰκωφελίας αἷσιν ἐπάβολος, θέρσεισʼ ἄμμιν ὑμάρτη πόλιν ἐς Νείλεος ἀγλάαν, ὅπᾳ Κύπριδος ἶρον καλάμω χλῶρον ὑπαπάλω. τυῖδε γὰρ πλόον εὐάνεμον αἰτήμεθα πὰρ Δίος, ὅπως ξέννον ἔμον τέρψομʼ ἴδων κἀντιφιλήσομεν, Νικίαν, Χαρίτων ἰμεροφώνων ἴερον φύτον, καὶ σὲ τὰν ἐλέφαντος πολυμόχθω γεγενημέναν δῶρον Νικιάας εἰς ὀλόχω χέρρας ὀπάσσομεν,