οὔνομα σὸν λέγε τῆνο· καὶ οὔνομα πολλάκι τέρπει. Δάφνις Δάφνις ἐγώ, Λυκίδας τε πατήρ, μήτηρ δὲ Νομαία. Κόρη ἐξ εὐηγενέων· ἀλλʼ οὐ σέθεν εἰμὶ χερείων. Δάφνις οἶδʼ, ἄκρα τιμίη ἐσσί· πατὴρ δέ τοί ἐστι Μενάλκας. Ἠλακάτη Γλαύκας ὦ φιλέριθʼ ἀλακάτα δῶρον Ἀθανάας γύναιξιν, νόος οἰκωφελίας αἷσιν ἐπάβολος, θέρσεισʼ ἄμμιν ὑμάρτη πόλιν ἐς Νείλεος ἀγλάαν, ὅπᾳ Κύπριδος ἶρον καλάμω χλῶρον ὑπαπάλω. τυῖδε γὰρ πλόον εὐάνεμον αἰτήμεθα πὰρ Δίος, ὅπως ξέννον ἔμον τέρψομʼ ἴδων κἀντιφιλήσομεν, Νικίαν, Χαρίτων ἰμεροφώνων ἴερον φύτον, καὶ σὲ τὰν ἐλέφαντος πολυμόχθω γεγενημέναν δῶρον Νικιάας εἰς ὀλόχω χέρρας ὀπάσσομεν, σὺν τᾷ πόλλα μὲν ἔργʼ ἐκτελέσεις ἀνδρεΐοις πέπλοις, πόλλα δʼ οἷα γύναικες φορέοισʼ ὐδάτινα βράκη. δὶς γὰρ μάτερες ἄρνων μαλάκοις ἐν βοτάνᾳ πόκοις πέξαιντʼ αὐτοένει, Θευγένιδός γʼ ἔνεκʼ ἐυσφύρω· οὕτως ἀνυσίεργος, φιλέει δʼ ὅσσα σαόφρονες. οὐ γὰρ εἰς ἀκίρας οὐδʼ ἐς ἀέργω κεν ἐβολλόμαν ὀπάσσαι σε δόμοις ἀμμετέρας ἔσσαν ἀπὺ χθόνος. καὶ γάρ τοι πάτρις, ἃν ὡξ Ἐφύρας κτίσσέ ποτʼ Ἀρχίας νάσω Τρινακρίας μύελον, ἄνδρων δοκίμων πόλιν. νῦν μὰν οἶκον ἔχοισʼ ἄνερος, ὃς πόλλʼ ἐδάη σόφα ἀθρώποισι νόσοις φάρμακα λύγραις ἀπαλαλκέμεν, οἰκήσεις κατὰ Μίλλατον ἐράνναν πεδʼἸαόνων, ὡς εὐαλάκατος Θεύγενις ἐν δαμότισιν πέλῃ, καί οἱ μνᾶστιν ἄει τῶ φιλαοίδω παρέχῃς ξένω. κῆνο γάρ τις ἔρει τὤπος ἴδων σʼ· ἦ μεγάλα χάρις δώρῳ σὺν ὀλίγῳ· πάντα δὲ τίματα τὰ πὰρ φίλων. Εἰδύλλιον Ἐρῶντος οἶνος ὦ φίλε παῖ λέγεται καὶ ἀλάθεα· κἄμμε χρὴ μεθύοντας ἀλαθέας ἔμμεναι. κἤγω μὲν τὰ φρενῶν ἐρέω κέατʼ ἐν μυχῷ. οὐκ ὄλας φιλέειν μʼ ἐθέλησθʼ ἀπὸ καρδίας. γινώσκω· τὸ γὰρ ἅμισυ τᾶς ζοΐας ἔχω ζὰ τὰν σὰν ἰδέαν, τὸ δὲ λοιπὸν ἀπώλετο. χὥτα μὲν σὺ θέλῃς, μακάρεσσιν ἴσαν ἄγω ἁμέραν· ὅτα δʼ οὐκ ἐθέλῃς τύ, μάλʼ ἐν σκότῳ. πῶς ταῦτʼ ἄρμενα, τὸν φιλέοντʼ ἀνίαις δίδων; ἀλλʼ εἴ μοί τι πίθοιο νέος προγενεστέρῳ, τῷ κε λώιον αὔτος ἔχων ἔμʼ ἐπαινέσαις, ποίησαι καλίαν μίαν εἰν ἑνὶ δενδρίῳ, ὅππῃ μηδὲν ἀπίξεται ἄγριον ὄρπετον. νῦν δὲ τῶδε μὲν ἄματος ἄλλον ἔχης κλάδον, ἄλλον δʼ αὔριον, ἐξ ἑτέρω δʼ ἕτερον μάτης· καἰ μέν σευ τὸ κάλον τις ἴδων ῥέθος αἰνέσαι, τῷ δʼ εὔθυς πλέον ἢ τριέτης ἐγένευ φίλος, τὸν πρῶτον δὲ φιλεῦντα τρίταιον ἐθήκαο. ἄνδρων τῶν ὑπερανορέων δοκίμοις πνέειν. φίλη δʼ, ἇς κʼ ἔτʼ ἔῃς, τὸν ὕμοιον ἔχην ἄει. αἰ γὰρ ὧδε πόῃς, ἄγαθος μὲν ἀκούσεαι