καὶ τί μοι ἕδνον ἄγεις γάμου ἄξιον, ἢν ἐπινεύσω; Δάφνις πᾶσαν τὰν ἀγέλαν, πάντʼ ἄλσεα καὶ νομὸν ἕξεις. Κόρη ὄμνυε μὴ μετὰ λέκτρα λιπὼν ἀέκουσαν ἀπενθεῖν. Δάφνις οὐκ αὐτὸν τὸν Πᾶνα, καὶ ἢν ἐθέλῃς με διῶξαι. Κόρη τεύχεις μοι θαλάμους, τεύχεις καὶ δῶμα καὶ αὐλάς; Δάφνις τεύχω σοι θαλάμους· τὰ δὲ πώεα καλὰ νομεύω. Κόρη πατρὶ δὲ γηραλέῳ τίνα μάν, τίνα μῦθον ἐνίψω; Δάφνις αἰνήσει σέο λέκτρον, ἐπὴν ἐμὸν οὔνομʼ ἀκούσῃ. Κόρη οὔνομα σὸν λέγε τῆνο· καὶ οὔνομα πολλάκι τέρπει. Δάφνις Δάφνις ἐγώ, Λυκίδας τε πατήρ, μήτηρ δὲ Νομαία. Κόρη ἐξ εὐηγενέων· ἀλλʼ οὐ σέθεν εἰμὶ χερείων.