ναὶ μάν φασι γυναῖκας ἑοὺς τρομέειν παρακοίτας. Δάφνις μᾶλλον ἀεὶ κρατέουσι· τίνα τρομέουσι γυναῖκες; Κόρη ὠδίνειν τρομέω· χαλεπὸν βέλος Εἰλειθυίης. Δάφνις ἀλλὰ τεὴ βασίλεια μογοστόκος Ἄρτεμίς ἐστιν. Κόρη ἀλλὰ τεκεῖν τρομέω, μὴ καὶ χρόα καλὸν ὀλέσσω. Δάφνις ἢν δὲ τέκῃς φίλα τέκνα, νέον φάος ὄψεαι υἷας. Κόρη καὶ τί μοι ἕδνον ἄγεις γάμου ἄξιον, ἢν ἐπινεύσω; Δάφνις πᾶσαν τὰν ἀγέλαν, πάντʼ ἄλσεα καὶ νομὸν ἕξεις. Κόρη ὄμνυε μὴ μετὰ λέκτρα λιπὼν ἀέκουσαν ἀπενθεῖν. Δάφνις οὐκ αὐτὸν τὸν Πᾶνα, καὶ ἢν ἐθέλῃς με διῶξαι. Κόρη τεύχεις μοι θαλάμους, τεύχεις καὶ δῶμα καὶ αὐλάς; Δάφνις τεύχω σοι θαλάμους· τὰ δὲ πώεα καλὰ νομεύω. Κόρη πατρὶ δὲ γηραλέῳ τίνα μάν, τίνα μῦθον ἐνίψω; Δάφνις αἰνήσει σέο λέκτρον, ἐπὴν ἐμὸν οὔνομʼ ἀκούσῃ. Κόρη οὔνομα σὸν λέγε τῆνο· καὶ οὔνομα πολλάκι τέρπει. Δάφνις Δάφνις ἐγώ, Λυκίδας τε πατήρ, μήτηρ δὲ Νομαία. Κόρη ἐξ εὐηγενέων· ἀλλʼ οὐ σέθεν εἰμὶ χερείων. Δάφνις οἶδʼ, ἄκρα τιμίη ἐσσί· πατὴρ δέ τοί ἐστι Μενάλκας. Ἠλακάτη Γλαύκας ὦ φιλέριθʼ ἀλακάτα δῶρον Ἀθανάας γύναιξιν, νόος οἰκωφελίας αἷσιν ἐπάβολος, θέρσεισʼ ἄμμιν ὑμάρτη πόλιν ἐς Νείλεος ἀγλάαν, ὅπᾳ Κύπριδος ἶρον καλάμω χλῶρον ὑπαπάλω. τυῖδε γὰρ πλόον εὐάνεμον αἰτήμεθα πὰρ Δίος, ὅπως ξέννον ἔμον τέρψομʼ ἴδων κἀντιφιλήσομεν, Νικίαν, Χαρίτων ἰμεροφώνων ἴερον φύτον, καὶ σὲ τὰν ἐλέφαντος πολυμόχθω γεγενημέναν δῶρον Νικιάας εἰς ὀλόχω χέρρας ὀπάσσομεν, σὺν τᾷ πόλλα μὲν ἔργʼ ἐκτελέσεις ἀνδρεΐοις πέπλοις,