πολλοί μʼ ἐμνώοντο, νόμον δʼ ἐμὸν οὔτις ἀείδει. Δάφνις εἶς καὶ ἐγὼ πολλῶν μνηστὴρ τεὸς ἐνθάδʼ ἱκάνω. Κόρη καὶ τί φίλος ῥέξαιμι; γάμοι πλήθουσιν ἀνίας. Δάφνις οὐκ ὀδύνην, οὐκ ἄλγος ἔχει γάμος, ἀλλὰ χορείην. Κόρη ναὶ μάν φασι γυναῖκας ἑοὺς τρομέειν παρακοίτας. Δάφνις μᾶλλον ἀεὶ κρατέουσι· τίνα τρομέουσι γυναῖκες;