δειμαίνω, μὴ δή σε κακωτέρῳ ἀνέρι δώσει. Κόρη πολλοί μʼ ἐμνώοντο, νόμον δʼ ἐμὸν οὔτις ἀείδει. Δάφνις εἶς καὶ ἐγὼ πολλῶν μνηστὴρ τεὸς ἐνθάδʼ ἱκάνω. Κόρη καὶ τί φίλος ῥέξαιμι; γάμοι πλήθουσιν ἀνίας. Δάφνις οὐκ ὀδύνην, οὐκ ἄλγος ἔχει γάμος, ἀλλὰ χορείην. Κόρη ναὶ μάν φασι γυναῖκας ἑοὺς τρομέειν παρακοίτας. Δάφνις μᾶλλον ἀεὶ κρατέουσι· τίνα τρομέουσι γυναῖκες; Κόρη ὠδίνειν τρομέω· χαλεπὸν βέλος Εἰλειθυίης. Δάφνις ἀλλὰ τεὴ βασίλεια μογοστόκος Ἄρτεμίς ἐστιν. Κόρη ἀλλὰ τεκεῖν τρομέω, μὴ καὶ χρόα καλὸν ὀλέσσω. Δάφνις ἢν δὲ τέκῃς φίλα τέκνα, νέον φάος ὄψεαι υἷας.