οὐκ ἐπιμωματόν. μηδεὶς τὰ θεῶν ὀνόσαιτο. Οαριστύς Κόρη τὰν πινυτὰν Ἑλέναν Πάρις ἥρπασε βουκόλος ἄλλος. Δάφνις μᾶλλον ἑκοῖσʼ Ἑλένα τὸν βουκόλον ἔσχε φιλεῦσα. Κόρη μὴ καυχῶ σατυρίσκε· κενὸν τὸ φίλαμα λέγουσιν. Δάφνις ἔστι καὶ ἐν κενεοῖσι φιλάμασιν ἁδέα τέρψις. Κόρη τὸ στόμα μευ πλύνω καὶ ἀποπτύω τὸ φίλαμα. Δάφνις πλύνεις χείλεα σεῖο; δίδου πάλιν ὄφρα φιλάσω. Κόρη καλόν σοι δαμάλας φιλέειν, οὐκ ἄζυγα κώραν. Δάφνις μὴ καυχῶ· τάχα γάρ σε παρέρχεται ὡς ὄναρ ἥβη. Κόρη ἢν δέ τι γηράσκω, τόδε που μέλι καὶ γάλα πίνω. Δάφνις Κόρη ἁ σταφυλὶς σταφίς ἐστι καὶ οὐ ῥόδον αὖον ὀλεῖται. Δάφνις δεῦρʼ ὑπὸ τὰς κοτίνους, ἵνα σοί τινα μῦθον ἐνίψω. Κόρη οὐκ ἐθέλω· καὶ πρίν με παρήπαφες ἁδέι μύθῳ. Δάφνις δεῦρʼ ὑπὸ τὰς πτελέας, ἵνʼ ἐμᾶς σύριγγος ἀκούσῃς. Κόρη τὴν σαυτοῦ φρένα τέρψον· ὀιζύον οὐδὲν ἀρέσκει.