εἴη δʼ ἐνναέτης ἢ καὶ δεκάτω ἐπιβαίνοι· αὐτὸς δʼ εὐαγέοιμι καὶ εὐαγέεσσιν ἅδοιμι. ἐκ Διὸς αἰγιόχω τιμὰν ἔχει αἰετὸς οὗτος. εὐσεβέων παίδεσσι τὰ λώια, δυσσεβέων δʼ οὔ. χαίροι μὲν Διόνυσος, ὃν ἐν Δρακάνῳ νιφόεντι Ζεὺς ὕπατος μεγάλαν ἐπιγουνίδα κάτθετο λύσας· χαίροι δʼ εὐειδὴς Σεμέλα καὶ ἀδελφεαὶ αὐτᾶς Καδμεῖαι πολλαῖς μεμελημέναι ἡρωίναις, αἳ τόδε ἔργον ἔρεξαν ὀρίναντος Διονύσου οὐκ ἐπιμωματόν. μηδεὶς τὰ θεῶν ὀνόσαιτο. Οαριστύς Κόρη τὰν πινυτὰν Ἑλέναν Πάρις ἥρπασε βουκόλος ἄλλος. Δάφνις μᾶλλον ἑκοῖσʼ Ἑλένα τὸν βουκόλον ἔσχε φιλεῦσα. Κόρη μὴ καυχῶ σατυρίσκε· κενὸν τὸ φίλαμα λέγουσιν. Δάφνις ἔστι καὶ ἐν κενεοῖσι φιλάμασιν ἁδέα τέρψις. Κόρη τὸ στόμα μευ πλύνω καὶ ἀποπτύω τὸ φίλαμα. Δάφνις πλύνεις χείλεα σεῖο; δίδου πάλιν ὄφρα φιλάσω. Κόρη καλόν σοι δαμάλας φιλέειν, οὐκ ἄζυγα κώραν.