πέπλως ἐκ ζωστῆρος ἐπʼ ἰγνύαν ἐρύσαισαι. Πενθεὺς μὲν τόδʼ ἔειπε· τίνος κέχρησθε γυναῖκες; Αὐτονόα τόδʼ ἔειπε τάχα γνώσῃ πρὶν ἀκοῦσαι. μάτηρ μὲν κεφαλὰν μυκήσατο παιδὸς ἑλοῖσα, ὅσσόν περ τοκάδος τελέθει μύκημα λεαίνας· Ἰνὼ δʼ ἐξέρρηξε σὺν ὠμοπλάτᾳ μέγαν ὦμον λὰξ ἐπὶ γαστέρα βᾶσα, καὶ Αὐτονόας ῥυθμὸς ωὑτός· αἱ δʼ ἄλλαι τὰ περισσὰ κρεανομέοντο γυναῖκες. ἐς Θήβας δʼ ἀφίκοντο πεφυρμέναι αἵματι πᾶσαι, ἐξ ὄρεος πένθημα καὶ οὐ Πενθῆα φέροισαι. οὐκ ἀλέγω· μηδʼ ἄλλος ἀπεχθομένω Διονύσῳ