εἰλιπόδων, ὄιες δὲ κατʼ αὐλὰς ηὐλίζοντο. ἔνθα μὲν οὔτις ἕκηλος ἀπειρεσίων περ ἐόντων εἱστήκει παρὰ βουσὶν ἀνὴρ κεχρημένος ἔργου· ἀλλʼ ὁ μὲν ἀμφὶ πόδεσσιν ἐυτμήτοισιν ἱμᾶσι κωλοπέδας ἀράρισκε περισταδὸν ἐγγὺς ἀμέλγειν· ἄλλος δʼ αὖ φίλα τέκνα φίλαις ὑπὸ μητράσιν ἵει πινέμεναι λιαροῖο μεμαότα πάγχυ γάλακτος, ἄλλος ἀμόλγιον εἶχʼ, ἄλλος τρέφε πίονα τυρόν, ἄλλος ἐσῆγεν ἔσω ταύρους δίχα θηλειάων. Αὐγείης δʼ ἐπὶ πάντας ἰὼν θηεῖτο βοαύλους ἥντινά οἱ κτεάνων κομιδὴν ἐτίθεντο νομῆες, σὺν δʼ υἱός τε βίη τε βαρύφρονος Ἡρακλῆος ὡμάρτευν βασιλῆι διερχομένῳ μέγαν ὄλβον. ἔνθα καὶ ἄρρηκτόν περ ἔχων ἐν στήθεσι θυμὸν Ἀμφιτρυωνιάδης καὶ ἀρηρότα νωλεμὲς αἰεὶ ἐκπάγλως θαύμαζε θεῶν τόγε μυρίον ἕδνον εἰσορόων. οὐ γάρ κεν ἔφασκέ τις οὐδὲ ἐώλπει ἀνδρὸς ληίδʼ ἑνὸς τόσσην ἔμεν οὐδὲ δέκʼ ἄλλων, οἵτε πολύρρηνες πάντων ἔσαν ἐκ βασιλήων. Ἠέλιος δʼ ᾧ παιδὶ τόγʼ ἔξοχον ὤπασε δῶρον, ἀφνειὸν μήλοις περὶ πάντων ἔμμεναι ἀνδρῶν, καί ῥά οἱ αὐτὸς ὄφελλε διαμπερέως βοτὰ πάντα ἐς τέλος· οὐ μὲν γάρ τις ἐπήλυθε νοῦσος ἐκείνου βουκολίοις, αἵτʼ ἔργα καταφθείρουσι νομήων, αἰεὶ δὲ πλέονες κερααὶ βόες, αἰὲν ἀμείνους ἐξ ἔτεος γίνοντο μάλʼ εἰς ἔτος· ἦ γὰρ ἅπασαι ζωοτόκοι τʼ ἦσαν περιώσια θηλυτόκοι τε. ταῖς δὲ τριηκόσιοι ταῦροι συνάμʼ ἐστιχόωντο