οὐδʼ ἄνυσις· τόσα γάρ τε μετὰ προτέροισι κυλίνδει ἲς ἀνέμου, τὰ δέ τʼ ἄλλα κορύσσεται αὖτις ἐπʼ ἄλλοις· τόσσʼ αἰεὶ μετόπισθε βοῶν ἐπὶ βουκόλιʼ ᾔει. πᾶν δʼ ἄρʼ ἐνεπλήσθη πεδίον, πᾶσαι δὲ κέλευθοι ληίδος ἐρχομένης (στείνοντο δὲ πίονες ἀγροί), μυκηθμῷ· σηκοὶ δὲ βοῶν ῥεῖα πλήσθησαν εἰλιπόδων, ὄιες δὲ κατʼ αὐλὰς ηὐλίζοντο. ἔνθα μὲν οὔτις ἕκηλος ἀπειρεσίων περ ἐόντων εἱστήκει παρὰ βουσὶν ἀνὴρ κεχρημένος ἔργου· ἀλλʼ ὁ μὲν ἀμφὶ πόδεσσιν ἐυτμήτοισιν ἱμᾶσι