οὐ πᾶσαι βόσκονται ἴαν βόσιν οὐδʼ ἕνα χῶρον· ἀλλʼ αἱ μέν ῥα νάοντος ἐπʼ ὄχθαις ἀμφʼ Ἐλισοῦντος, αἱ δʼ ἱερὸν θείοιο παρὰ ῥόον Ἀλφειοῖο, αἱ δʼ ἐπὶ Βουπρασίου πολυβότρυος, αἱ δὲ καὶ ὧδε. χωρὶς δὴ σηκοί σφι τετυγμένοι εἰσὶν ἑκάσταις. αὐτὰρ βουκολίοισι περιπλήθουσί περ ἔμπης πάντεσσιν νομοὶ ὧδε τεθηλότες αἰὲν ἔασι, Μηνίου ἀμμέγα τῖφος, ἐπεὶ πολυειδέα ποίην λειμῶνες θαλέθουσιν ὑπόδροσοι εἰαμεναί τε εἰς ἅλις, ἥ ῥα βόεσσι μένος κεραῇσιν ἀέξει. αὖλις δέ σφισιν ἥδε τεῆς ἐπὶ δεξιὰ χειρὸς φαίνεται εὖ μάλα πᾶσα πέρην ποταμοῖο ῥέοντος, κείνῃ, ὅθι πλατάνιστοι ἐπηεταναὶ πεφύασι