ἀλλʼ ἴομεν μάλα πρός μιν· ἐγὼ δέ τοι ἡγεμονεύσω αὖλιν ἐφʼ ἡμετέρην, ἵνα κεν τέτμοιμεν ἄνακτα. Ὣς εἰπὼν ἡγεῖτο, νόῳ δʼ ἔτι πόλλʼ ἐμενοίνα, δέρμά τε θηρὸς ὁρῶν χειροπληθῆ τε κορύνην, ὁππόθεν ὁ ξεῖνος· μέμονεν δέ μιν αἰὲν ἔρεσθαι· ἂψ δʼ ὄκνῳ ποτὶ χεῖλος ἐλάμβανε μῦθον ἰόντα, μή τί οἱ οὐ κατὰ καιρὸν ἔπος προτιμυθήσαιτο, σπερχομένου· χαλεπὸν δʼ ἑτέρου νόον ἴδμεναι ἀνδρός. τοὺς δὲ κύνες προσιόντας ἀπόπροθεν αἶψʼ ἐνόησαν, ἀμφότερον ὀσμῇ τε χροὸς δούπῳ τε ποδοῖιν. θεσπέσιον δʼ ὑλάοντες ἐπέδραμον ἄλλοθεν ἄλλος Ἀμφιτρυωνιάδῃ Ἡρακλέι· τὸν δὲ γέροντα ἀχρεῖον κλάζοντε περίσσαινον ἑτέρωθεν.