Ἑρμέω ἁζόμενος δεινὴν ὄπιν εἰνοδίοιο· τὸν γάρ φασι μέγιστον ἐπουρανίων κεχολῶσθαι, εἴ κεν ὁδοῦ ζαχρεῖον ἀνήνηταί τις ὁδίτην. ποῖμναι μὲν βασιλῆος εὔτριχες Αὐγείαο οὐ πᾶσαι βόσκονται ἴαν βόσιν οὐδʼ ἕνα χῶρον· ἀλλʼ αἱ μέν ῥα νάοντος ἐπʼ ὄχθαις ἀμφʼ Ἐλισοῦντος, αἱ δʼ ἱερὸν θείοιο παρὰ ῥόον Ἀλφειοῖο, αἱ δʼ ἐπὶ Βουπρασίου πολυβότρυος, αἱ δὲ καὶ ὧδε. χωρὶς δὴ σηκοί σφι τετυγμένοι εἰσὶν ἑκάσταις. αὐτὰρ βουκολίοισι περιπλήθουσί περ ἔμπης πάντεσσιν νομοὶ ὧδε τεθηλότες αἰὲν ἔασι, Μηνίου ἀμμέγα τῖφος, ἐπεὶ πολυειδέα ποίην λειμῶνες θαλέθουσιν ὑπόδροσοι εἰαμεναί τε εἰς ἅλις, ἥ ῥα βόεσσι μένος κεραῇσιν ἀέξει. αὖλις δέ σφισιν ἥδε τεῆς ἐπὶ δεξιὰ χειρὸς φαίνεται εὖ μάλα πᾶσα πέρην ποταμοῖο ῥέοντος, κείνῃ, ὅθι πλατάνιστοι ἐπηεταναὶ πεφύασι χλωρή τʼ ἀγριέλαιος, Ἀπόλλωνος νομίοιο ἱερὸν ἁγνόν, ξεῖνε, τελειοτάτοιο θεοῖο. εὐθὺς δὲ σταθμοὶ περιμήκεες ἀγροιώταις δέδμηνθʼ, οἳ βασιλῆι πολὺν καὶ ἀθέσφατον ὄλβον ῥυόμεθʼ ἐνδυκέως, τριπόλοις σπόρον ἐν νειοῖσιν ἔσθʼ ὅτε βάλλοντες καὶ τετραπόλοισιν ὁμοίως. οὔρους μὴν ἴσασι φυτοσκάφοι οἱ πολύεργοι, ἐς ληνοὺς δʼ ἱκνεῦνται, ἐπὴν θέρος ὥριον ἔλθῃ. πᾶν γὰρ δὴ πεδίον τόδʼ ἐπίφρονος Αὐγείαο, πυροφόροι τε γύαι καὶ ἀλωαὶ δενδρήεσσαι, μέχρις ἐπʼ ἐσχατιὰς πολυπίδακος ἀκρωρείης, ἃς ἡμεῖς ἔργοισιν ἐποιχόμεθα πρόπαν ἦμαρ, ἣ δίκη οἰκήων, οἷσιν βίος ἔπλετʼ ἐπʼ ἀγροῦ. ἀλλὰ σύ πέρ μοι ἔνισπε, τό τοι καὶ κέρδιον αὐτῷ ἔσσεται, οὗτινος ὧδε κεχρημένος εἰλήλουθας, ἠὲ σύγʼ Αὐγείην ἢ καὶ δμώων τινὰ κείνου δίζεαι, οἵ οἱ ἔασιν. ἐγὼ δέ κέ τοι σάφα εἰδὼς ἀτρεκέως εἴποιμʼ, ἐπεὶ οὐ σέγε φημὶ κακῶν ἒξ ἔμμεναι οὐδὲ κακοῖσιν ἐοικότα φύμεναι αὐτόν, οἷόν τοι μέγα εἶδος ἐπιπρέπει. ἦ ῥά νυ παῖδες ἀθανάτων τοιοίδε μετὰ θνητοῖσιν ἔασι. τὸν δʼ ἀπαμειβόμενος προσέφη Διὸς ἄλκιμος υἱός. ναὶ γέρον Αὐγείην ἐθέλοιμί κεν ἀρχὸν Ἐπειῶν εἰσιδέειν· τοῦ γάρ με καὶ ἤγαγεν ἐνθάδε χρειώ. εἰ δʼ ὁ μὲν ἂρ κατὰ ἄστυ μένει παρὰ οἷσι πολίταις δήμου κηδόμενος, διὰ δὲ κρίνουσι θέμιστας, δμώων δή τινα πρέσβυ σύ μοι φράσον ἡγεμονεύσας, ὅστις ἐπʼ ἀγρῶν τῶνδε γεραίτερος αἰσυμνήτης, ᾧ κε τὸ μὲν εἴποιμι, τὸ δʼ ἐκ φαμένοιο πυθοίμην. ἄλλου δʼ ἄλλον ἔθηκε θεὸς ἐπιδευέα φωτῶν. τὸν δʼ ὁ γέρων ἐξαῦτις ἀμείβετο δῖος ἀροτρεύς· Ἀθανάτων ὦ ξεῖνε φραδῇ τινος ἐνθάδʼ ἱκάνεις, ὥς τοι πᾶν ὃ θέλεις αἶψα χρέος ἐκτετέλεσται. ὧδε γὰρ Αὐγείης, υἱὸς φίλος Ἠελίοιο,