ἠὲ σύγʼ Αὐγείην ἢ καὶ δμώων τινὰ κείνου δίζεαι, οἵ οἱ ἔασιν. ἐγὼ δέ κέ τοι σάφα εἰδὼς ἀτρεκέως εἴποιμʼ, ἐπεὶ οὐ σέγε φημὶ κακῶν ἒξ ἔμμεναι οὐδὲ κακοῖσιν ἐοικότα φύμεναι αὐτόν, οἷόν τοι μέγα εἶδος ἐπιπρέπει. ἦ ῥά νυ παῖδες ἀθανάτων τοιοίδε μετὰ θνητοῖσιν ἔασι. τὸν δʼ ἀπαμειβόμενος προσέφη Διὸς ἄλκιμος υἱός. ναὶ γέρον Αὐγείην ἐθέλοιμί κεν ἀρχὸν Ἐπειῶν εἰσιδέειν· τοῦ γάρ με καὶ ἤγαγεν ἐνθάδε χρειώ. εἰ δʼ ὁ μὲν ἂρ κατὰ ἄστυ μένει παρὰ οἷσι πολίταις δήμου κηδόμενος, διὰ δὲ κρίνουσι θέμιστας, δμώων δή τινα πρέσβυ σύ μοι φράσον ἡγεμονεύσας, ὅστις ἐπʼ ἀγρῶν τῶνδε γεραίτερος αἰσυμνήτης, ᾧ κε τὸ μὲν εἴποιμι, τὸ δʼ ἐκ φαμένοιο πυθοίμην. ἄλλου δʼ ἄλλον ἔθηκε θεὸς ἐπιδευέα φωτῶν. τὸν δʼ ὁ γέρων ἐξαῦτις ἀμείβετο δῖος ἀροτρεύς· Ἀθανάτων ὦ ξεῖνε φραδῇ τινος ἐνθάδʼ ἱκάνεις, ὥς τοι πᾶν ὃ θέλεις αἶψα χρέος ἐκτετέλεσται. ὧδε γὰρ Αὐγείης, υἱὸς φίλος Ἠελίοιο, σφωιτέρῳ σὺν παιδί, βίῃ Φυλῆος ἀγαυοῦ, χθιζός γʼ εἰλήλουθεν ἀπʼ ἄστεος, ἤμασι πολλοῖς κτῆσιν ἐποψόμενος, ἥ οἱ νήριθμος ἐπʼ ἀγρῶν· ὥς που καὶ βασιλεῦσιν ἐείδεται ἐν φρεσὶν ᾗσιν αὐτοῖς κηδομένοισι σαώτερος ἔμμεναι οἶκος. ἀλλʼ ἴομεν μάλα πρός μιν· ἐγὼ δέ τοι ἡγεμονεύσω αὖλιν ἐφʼ ἡμετέρην, ἵνα κεν τέτμοιμεν ἄνακτα. Ὣς εἰπὼν ἡγεῖτο, νόῳ δʼ ἔτι πόλλʼ ἐμενοίνα, δέρμά τε θηρὸς ὁρῶν χειροπληθῆ τε κορύνην, ὁππόθεν ὁ ξεῖνος· μέμονεν δέ μιν αἰὲν ἔρεσθαι· ἂψ δʼ ὄκνῳ ποτὶ χεῖλος ἐλάμβανε μῦθον ἰόντα, μή τί οἱ οὐ κατὰ καιρὸν ἔπος προτιμυθήσαιτο, σπερχομένου· χαλεπὸν δʼ ἑτέρου νόον ἴδμεναι ἀνδρός. τοὺς δὲ κύνες προσιόντας ἀπόπροθεν αἶψʼ ἐνόησαν, ἀμφότερον ὀσμῇ τε χροὸς δούπῳ τε ποδοῖιν. θεσπέσιον δʼ ὑλάοντες ἐπέδραμον ἄλλοθεν ἄλλος Ἀμφιτρυωνιάδῃ Ἡρακλέι· τὸν δὲ γέροντα ἀχρεῖον κλάζοντε περίσσαινον ἑτέρωθεν. τοὺς μὲν ὅγε λάεσσιν ἀπὸ χθόνος ὅσσον ἀείρων φευγέμεν ἂψ ὀπίσω δειδίσσετο, τρηχὺ δὲ φωνῇ ἠπείλει μάλα πᾶσιν, ἐρητύσασκε δʼ ὑλαγμοῦ, χαίρων ἐν φρεσὶν ᾗσιν, ὁθούνεκεν αὖλιν ἔρυντο αὐτοῦ γʼ οὐ παρεόντος· ἔπος δʼ ὅγε τοῖον ἔειπεν· Ὢ πόποι, οἷον τοῦτο θεοὶ ποίησαν ἄνακτες θηρίον ἀνθρώποισι μετέμμεναι, ὡς ἐπιμηθές. εἴ οἱ καὶ φρένες ὧδε νοήμονες ἔνδοθεν ἦσαν, ᾔδει δʼ, ᾧ τε χρὴ χαλεπαινέμεν ᾧ τε καὶ οὐκί, οὐκ ἄν οἱ θηρῶν τις ἐδήρισεν περὶ τιμῆς· νῦν δὲ λίην ζάκοτόν τε καὶ ἀρρηνὲς γένετʼ αὔτως. Ἦ ῥα, καὶ ἐσσυμένως ποτὶ ταὐλίον ἷξον ἰόντες. Ἠέλιος μὲν ἔπειτα ποτὶ ζόφον ἔτραπεν ἵππους δείελον ἦμαρ ἄγων· τὰ δʼ ἐπήλυθε πίονα μῆλα ἐκ βοτάνης ἀνιόντα μετʼ αὐλία τε σηκούς τε. αὐτὰρ ἔπειτα βόες μάλα μυρίαι ἄλλαι ἐπʼ ἄλλαις ἐρχόμεναι φαίνονθʼ ὡσεὶ νέφη ὑδατόεντα, ἅσσά τʼ ἐν οὐρανῷ εἶσιν ἐλαυνόμενα προτέρωσε ἠὲ νότοιο βίῃ ἠὲ Θρῃκὸς βορέαο· τῶν μέν τʼ οὔτις ἀριθμὸς ἐν ἠέρι γίνετʼ ἰόντων, οὐδʼ ἄνυσις· τόσα γάρ τε μετὰ προτέροισι κυλίνδει ἲς ἀνέμου, τὰ δέ τʼ ἄλλα κορύσσεται αὖτις ἐπʼ ἄλλοις· τόσσʼ αἰεὶ μετόπισθε βοῶν ἐπὶ βουκόλιʼ ᾔει. πᾶν δʼ ἄρʼ ἐνεπλήσθη πεδίον, πᾶσαι δὲ κέλευθοι