ἄπνευστον, ψυχὴν δὲ πελώριος ἔλλαχεν Ἅιδης. καὶ τότε δὴ βούλευον, ὅπως λασιαύχενα βύρσαν θηρὸς τεθνειῶτος ἀπὸ μελέων ἐρυσαίμην, ἀργαλέον μάλα μόχθον, ἐπεὶ οὐκ ἔσκε σιδήρῳ τμητὴ οὐδὲ λίθοις πειρωμένῳ, οὐδὲ μὲν ἄλλῃ ἔνθά μοι ἀθανάτων τις ἐπὶ φρεσὶ θῆκε νοῆσαι αὐτοῖς δέρμα λέοντος ἀνασχίζειν ὀνύχεσσι. τοῖσι θοῶς ἀπέδειρα, καὶ ἀμφεθέμην μελέεσσιν ἕρκος ἐνυαλίου ταμεσίχροος ἰωχμοῖο. οὗτός τοι Νεμέου γένετʼ ὦ φίλε θηρὸς ὄλεθρος, πολλὰ πάρος μήλοις τε καὶ ἀνδράσι κήδεα θέντος. Λῆναι ἢ Βάκχαι Ἰνὼ καὐτονόα χἁ μαλοπάραυος Ἀγαύα τρεῖς θιάσως ἐς ὄρος τρεῖς ἄγαγον αὐταὶ ἐοῖσαι. χαἱ μὲν ἀμερξάμεναι λασίας δρυὸς ἄγρια φύλλα κισσόν τε ζώοντα καὶ ἀσφόδελον τὸν ὑπὲρ γᾶς ἐν καθαρῷ λειμῶνι κάμον δυοκαίδεκα βωμούς,