πρὸς δʼ οὖδας πτέρνῃσι πόδας στερεῶς ἐπίεζον οὐραίους ἐπιβάς, μηροῖσί τε πλεύρʼ ἐφύλασσον, μέχρί οἱ ἐξετάνυσσα βραχίονας ὀρθὸν ἀείρας ἄπνευστον, ψυχὴν δὲ πελώριος ἔλλαχεν Ἅιδης. καὶ τότε δὴ βούλευον, ὅπως λασιαύχενα βύρσαν θηρὸς τεθνειῶτος ἀπὸ μελέων ἐρυσαίμην, ἀργαλέον μάλα μόχθον, ἐπεὶ οὐκ ἔσκε σιδήρῳ τμητὴ οὐδὲ λίθοις πειρωμένῳ, οὐδὲ μὲν ἄλλῃ ἔνθά μοι ἀθανάτων τις ἐπὶ φρεσὶ θῆκε νοῆσαι αὐτοῖς δέρμα λέοντος ἀνασχίζειν ὀνύχεσσι. τοῖσι θοῶς ἀπέδειρα, καὶ ἀμφεθέμην μελέεσσιν ἕρκος ἐνυαλίου ταμεσίχροος ἰωχμοῖο. οὗτός τοι Νεμέου γένετʼ ὦ φίλε θηρὸς ὄλεθρος,