ὑψόθεν ἐν γαίῃ, καὶ ἐπὶ τρομεροῖς ποσὶν ἔστη νευστάζων κεφαλῇ· περὶ γὰρ σκότος ὄσσέ οἱ ἄμφω ἦλθε, βίῃ σεισθέντος ἐν ὀστέῳ ἐγκεφάλοιο. τὸν μὲν ἐγὼν ὀδύνῃσι παραφρονέοντα βαρείαις νωσάμενος, πρὶν αὖτις ὑπότροπον ἀμπνυνθῆναι, αὐχένος ἀρρήκτοιο παρʼ ἰνίον ἤλασα προφθάς, ῥίψας τόξον ἔραζε πολύρραπτόν τε φαρέτρην· ἦγχον δʼ ἐγκρατέως στιβαρὰς σὺν χεῖρας ἐρείσας ἐξόπιθεν, μὴ σάρκας ὑποδρύψῃ ὀνύχεσσι, πρὸς δʼ οὖδας πτέρνῃσι πόδας στερεῶς ἐπίεζον οὐραίους ἐπιβάς, μηροῖσί τε πλεύρʼ ἐφύλασσον, μέχρί οἱ ἐξετάνυσσα βραχίονας ὀρθὸν ἀείρας ἄπνευστον, ψυχὴν δὲ πελώριος ἔλλαχεν Ἅιδης. καὶ τότε δὴ βούλευον, ὅπως λασιαύχενα βύρσαν θηρὸς τεθνειῶτος ἀπὸ μελέων ἐρυσαίμην, ἀργαλέον μάλα μόχθον, ἐπεὶ οὐκ ἔσκε σιδήρῳ τμητὴ οὐδὲ λίθοις πειρωμένῳ, οὐδὲ μὲν ἄλλῃ