μαιμώων χροὸς ἆσαι· ἐγὼ δʼ ἑτέρηφι βέλεμνα χειρὶ προεσχεθόμην καὶ ἀπʼ ὤμων δίπλακα λώπην, τῇ δʼ ἑτέρῃ ῥόπαλον κόρσης ὕπερ αὖον ἀείρας ἤλασα κὰκ κεφαλῆς, διὰ δʼ ἄνδιχα τρηχὺν ἔαξα αὐτοῦ ἐπὶ λασίοιο καρήατος ἀγριέλαιον θηρὸς ἀμαιμακέτοιο· πέσεν δʼ ὅγε πρὶν ἔμʼ ἱκέσθαι ὑψόθεν ἐν γαίῃ, καὶ ἐπὶ τρομεροῖς ποσὶν ἔστη νευστάζων κεφαλῇ· περὶ γὰρ σκότος ὄσσέ οἱ ἄμφω ἦλθε, βίῃ σεισθέντος ἐν ὀστέῳ ἐγκεφάλοιο. τὸν μὲν ἐγὼν ὀδύνῃσι παραφρονέοντα βαρείαις νωσάμενος, πρὶν αὖτις ὑπότροπον ἀμπνυνθῆναι, αὐχένος ἀρρήκτοιο παρʼ ἰνίον ἤλασα προφθάς, ῥίψας τόξον ἔραζε πολύρραπτόν τε φαρέτρην· ἦγχον δʼ ἐγκρατέως στιβαρὰς σὺν χεῖρας ἐρείσας ἐξόπιθεν, μὴ σάρκας ὑποδρύψῃ ὀνύχεσσι, πρὸς δʼ οὖδας πτέρνῃσι πόδας στερεῶς ἐπίεζον οὐραίους ἐπιβάς, μηροῖσί τε πλεύρʼ ἐφύλασσον, μέχρί οἱ ἐξετάνυσσα βραχίονας ὀρθὸν ἀείρας ἄπνευστον, ψυχὴν δὲ πελώριος ἔλλαχεν Ἅιδης. καὶ τότε δὴ βούλευον, ὅπως λασιαύχενα βύρσαν θηρὸς τεθνειῶτος ἀπὸ μελέων ἐρυσαίμην, ἀργαλέον μάλα μόχθον, ἐπεὶ οὐκ ἔσκε σιδήρῳ τμητὴ οὐδὲ λίθοις πειρωμένῳ, οὐδὲ μὲν ἄλλῃ ἔνθά μοι ἀθανάτων τις ἐπὶ φρεσὶ θῆκε νοῆσαι αὐτοῖς δέρμα λέοντος ἀνασχίζειν ὀνύχεσσι. τοῖσι θοῶς ἀπέδειρα, καὶ ἀμφεθέμην μελέεσσιν ἕρκος ἐνυαλίου ταμεσίχροος ἰωχμοῖο. οὗτός τοι Νεμέου γένετʼ ὦ φίλε θηρὸς ὄλεθρος, πολλὰ πάρος μήλοις τε καὶ ἀνδράσι κήδεα θέντος. Λῆναι ἢ Βάκχαι Ἰνὼ καὐτονόα χἁ μαλοπάραυος Ἀγαύα τρεῖς θιάσως ἐς ὄρος τρεῖς ἄγαγον αὐταὶ ἐοῖσαι. χαἱ μὲν ἀμερξάμεναι λασίας δρυὸς ἄγρια φύλλα κισσόν τε ζώοντα καὶ ἀσφόδελον τὸν ὑπὲρ γᾶς ἐν καθαρῷ λειμῶνι κάμον δυοκαίδεκα βωμούς, τὼς τρεῖς τᾷ Σεμέλᾳ, τὼς ἐννέα τῷ Διονύσῳ. ἱερὰ δʼ ἐκ κίστας ποπανεύματα χερσὶν ἑλοῖσαι εὐφάμως κατέθεντο νεοδρέπτων ἐπὶ βωμῶν, ὡς ἐδίδασχʼ, ὡς αὐτὸς ἐθυμάρει Διόνυσος. Πενθεὺς δʼ ἀλιβάτου πέτρας ἄπο πάντʼ ἐθεώρει, σχῖνον ἐς ἀρχαίαν καταδύς, ἐπιχώριον ἔρνος. Αὐτονόα πράτα νιν ἀνέκραγε δεινὸν ἰδοῖσα, σὺν δʼ ἐτάραξε ποσὶν μανιώδεος ὄργια Βάκχου, ἐξαπίνας ἐπιοῖσα, τὰ δʼ οὐχ ὁρέοντι βέβηλοι. μαίνετο μέν θʼ αὕτα, μαίνοντο δʼ ἄρʼ εὐθὺ καὶ ἄλλαι. Πενθεὺς μὲν φεῦγεν πεφοβημένος, αἱ δʼ ἐδίωκον, πέπλως ἐκ ζωστῆρος ἐπʼ ἰγνύαν ἐρύσαισαι. Πενθεὺς μὲν τόδʼ ἔειπε· τίνος κέχρησθε γυναῖκες; Αὐτονόα τόδʼ ἔειπε τάχα γνώσῃ πρὶν ἀκοῦσαι. μάτηρ μὲν κεφαλὰν μυκήσατο παιδὸς ἑλοῖσα, ὅσσόν περ τοκάδος τελέθει μύκημα λεαίνας· Ἰνὼ δʼ ἐξέρρηξε σὺν ὠμοπλάτᾳ μέγαν ὦμον λὰξ ἐπὶ γαστέρα βᾶσα, καὶ Αὐτονόας ῥυθμὸς ωὑτός· αἱ δʼ ἄλλαι τὰ περισσὰ κρεανομέοντο γυναῖκες. ἐς Θήβας δʼ ἀφίκοντο πεφυρμέναι αἵματι πᾶσαι, ἐξ ὄρεος πένθημα καὶ οὐ Πενθῆα φέροισαι. οὐκ ἀλέγω· μηδʼ ἄλλος ἀπεχθομένω Διονύσῳ φροντίζοι, μηδʼ εἰ χαλεπώτερα τῶνδʼ ἐμόγησεν, εἴη δʼ ἐνναέτης ἢ καὶ δεκάτω ἐπιβαίνοι· αὐτὸς δʼ εὐαγέοιμι καὶ εὐαγέεσσιν ἅδοιμι. ἐκ Διὸς αἰγιόχω τιμὰν ἔχει αἰετὸς οὗτος. εὐσεβέων παίδεσσι τὰ λώια, δυσσεβέων δʼ οὔ. χαίροι μὲν Διόνυσος, ὃν ἐν Δρακάνῳ νιφόεντι Ζεὺς ὕπατος μεγάλαν ἐπιγουνίδα κάτθετο λύσας· χαίροι δʼ εὐειδὴς Σεμέλα καὶ ἀδελφεαὶ αὐτᾶς Καδμεῖαι πολλαῖς μεμελημέναι ἡρωίναις, αἳ τόδε ἔργον ἔρεξαν ὀρίναντος Διονύσου οὐκ ἐπιμωματόν. μηδεὶς τὰ θεῶν ὀνόσαιτο. Οαριστύς Κόρη τὰν πινυτὰν Ἑλέναν Πάρις ἥρπασε βουκόλος ἄλλος. Δάφνις μᾶλλον ἑκοῖσʼ Ἑλένα τὸν βουκόλον ἔσχε φιλεῦσα. Κόρη μὴ καυχῶ σατυρίσκε· κενὸν τὸ φίλαμα λέγουσιν. Δάφνις ἔστι καὶ ἐν κενεοῖσι φιλάμασιν ἁδέα τέρψις. Κόρη τὸ στόμα μευ πλύνω καὶ ἀποπτύω τὸ φίλαμα. Δάφνις πλύνεις χείλεα σεῖο; δίδου πάλιν ὄφρα φιλάσω. Κόρη καλόν σοι δαμάλας φιλέειν, οὐκ ἄζυγα κώραν. Δάφνις μὴ καυχῶ· τάχα γάρ σε παρέρχεται ὡς ὄναρ ἥβη. Κόρη ἢν δέ τι γηράσκω, τόδε που μέλι καὶ γάλα πίνω. Δάφνις Κόρη ἁ σταφυλὶς σταφίς ἐστι καὶ οὐ ῥόδον αὖον ὀλεῖται. Δάφνις δεῦρʼ ὑπὸ τὰς κοτίνους, ἵνα σοί τινα μῦθον ἐνίψω. Κόρη οὐκ ἐθέλω· καὶ πρίν με παρήπαφες ἁδέι μύθῳ. Δάφνις δεῦρʼ ὑπὸ τὰς πτελέας, ἵνʼ ἐμᾶς σύριγγος ἀκούσῃς. Κόρη τὴν σαυτοῦ φρένα τέρψον· ὀιζύον οὐδὲν ἀρέσκει. Δάφνις φεῦ φεῦ τᾶς Παφίας χόλον ἅζεο καὶ σύγε κώρα. Κόρη χαιρέτω ἁ Παφία· μόνον ἵλαος Ἄρτεμις εἴη. Δάφνις μὴ λέγε, μὴ βάλλῃ σε καὶ ἐς λίνον ἄκριτον ἔνθῃς. Κόρη βαλλέτω ὡς ἐθέλει· πάλιν Ἄρτεμις ἄμμιν ἀρήγει. μἠπιβάλῃς τὰν χεῖρα, καὶ εἰσέτι χεῖλος ἀμύξω. Δάφνις οὐ φεύγεις τὸν Ἔρωτα, τὸν οὐ φύγε παρθένος ἄλλη. Κόρη φεύγω ναὶ τὸν Πᾶνα· σὺ δὲ ζυγὸν αἰὲν ἀείρεις. Δάφνις δειμαίνω, μὴ δή σε κακωτέρῳ ἀνέρι δώσει. Κόρη πολλοί μʼ ἐμνώοντο, νόμον δʼ ἐμὸν οὔτις ἀείδει. Δάφνις εἶς καὶ ἐγὼ πολλῶν μνηστὴρ τεὸς ἐνθάδʼ ἱκάνω. Κόρη καὶ τί φίλος ῥέξαιμι; γάμοι πλήθουσιν ἀνίας. Δάφνις οὐκ ὀδύνην, οὐκ ἄλγος ἔχει γάμος, ἀλλὰ χορείην. Κόρη ναὶ μάν φασι γυναῖκας ἑοὺς τρομέειν παρακοίτας. Δάφνις μᾶλλον ἀεὶ κρατέουσι· τίνα τρομέουσι γυναῖκες; Κόρη ὠδίνειν τρομέω· χαλεπὸν βέλος Εἰλειθυίης. Δάφνις ἀλλὰ τεὴ βασίλεια μογοστόκος Ἄρτεμίς ἐστιν. Κόρη ἀλλὰ τεκεῖν τρομέω, μὴ καὶ χρόα καλὸν ὀλέσσω. Δάφνις ἢν δὲ τέκῃς φίλα τέκνα, νέον φάος ὄψεαι υἷας. Κόρη καὶ τί μοι ἕδνον ἄγεις γάμου ἄξιον, ἢν ἐπινεύσω; Δάφνις πᾶσαν τὰν ἀγέλαν, πάντʼ ἄλσεα καὶ νομὸν ἕξεις. Κόρη ὄμνυε μὴ μετὰ λέκτρα λιπὼν ἀέκουσαν ἀπενθεῖν. Δάφνις οὐκ αὐτὸν τὸν Πᾶνα, καὶ ἢν ἐθέλῃς με διῶξαι. Κόρη τεύχεις μοι θαλάμους, τεύχεις καὶ δῶμα καὶ αὐλάς;