ὡς δʼ ὅτʼ ἂν ἁρματοπηγὸς ἀνὴρ πολέων ἴδρις ἔργων ὄρπηκας κάμπτῃσιν ἐρινεοῦ εὐκεάτοιο, θάλψας ἐν πυρὶ πρῶτον, ἐπαξονίῳ κύκλα δίφρῳ· τοῦ μὲν ὑπὲκ χειρῶν ἔφυγεν τανύφλοιος ἐρινεὸς καμπτόμενος, τηλοῦ δὲ μιῇ πήδησε σὺν ὁρμῇ· ὣς ἐπʼ ἐμοὶ λῖς αἰνὸς ἀπόπροθεν ἀθρόος ἆλτο μαιμώων χροὸς ἆσαι· ἐγὼ δʼ ἑτέρηφι βέλεμνα χειρὶ προεσχεθόμην καὶ ἀπʼ ὤμων δίπλακα λώπην, τῇ δʼ ἑτέρῃ ῥόπαλον κόρσης ὕπερ αὖον ἀείρας