ἀλλʼ ἔπεσε προπάροιθε ποδῶν ἀνεμώλιος αὔτως. τὸ τρίτον αὖ μέλλεσκον ἀσώμενος ἐν φρεσὶν αἰνῶς αὐερύειν· ὁ δέ μʼ εἶδε περιγληνώμενος ὄσσοις θὴρ ἄμοτος, μακρὴν δὲ περʼ ἰγνύῃσιν ἕλιξε κέρκον, ἄφαρ δὲ μάχης ἐμνήσατο· πᾶς δέ οἱ αὐχὴν θυμοῦ ἐνεπλήσθη, πυρσαὶ δʼ ἔφριξαν ἔθειραι σκυζομένῳ, κυρτὴ δὲ ῥάχις γένετʼ ἠύτε τόξον, πάντοθεν εἰληθέντος ὑπὸ λαγόνας τε καὶ ἰξύν. ὡς δʼ ὅτʼ ἂν ἁρματοπηγὸς ἀνὴρ πολέων ἴδρις ἔργων ὄρπηκας κάμπτῃσιν ἐρινεοῦ εὐκεάτοιο, θάλψας ἐν πυρὶ πρῶτον, ἐπαξονίῳ κύκλα δίφρῳ· τοῦ μὲν ὑπὲκ χειρῶν ἔφυγεν τανύφλοιος ἐρινεὸς καμπτόμενος, τηλοῦ δὲ μιῇ πήδησε σὺν ὁρμῇ· ὣς ἐπʼ ἐμοὶ λῖς αἰνὸς ἀπόπροθεν ἀθρόος ἆλτο μαιμώων χροὸς ἆσαι· ἐγὼ δʼ ἑτέρηφι βέλεμνα χειρὶ προεσχεθόμην καὶ ἀπʼ ὤμων δίπλακα λώπην,