σκεπτόμενος, λαμυροὺς δὲ χανὼν ὑπʼ ὀδόντας ἔφηνε. τῷ δʼ ἐγὼ ἄλλον ὀιστὸν ἀπὸ νευρῆς προΐαλλον ἀσχαλόων, ὅ μοι ὁ πρὶν ἐτώσιος ἔκφυγε χειρός· μεσσηγὺς δʼ ἔβαλον στηθέων, ὅθι πνεύμονος ἕδρη. ἀλλʼ οὐδʼ ὣς ὑπὸ βύρσαν ἔδυ πολυώδυνος ἰός, ἀλλʼ ἔπεσε προπάροιθε ποδῶν ἀνεμώλιος αὔτως. τὸ τρίτον αὖ μέλλεσκον ἀσώμενος ἐν φρεσὶν αἰνῶς αὐερύειν· ὁ δέ μʼ εἶδε περιγληνώμενος ὄσσοις θὴρ ἄμοτος, μακρὴν δὲ περʼ ἰγνύῃσιν ἕλιξε κέρκον, ἄφαρ δὲ μάχης ἐμνήσατο· πᾶς δέ οἱ αὐχὴν θυμοῦ ἐνεπλήσθη, πυρσαὶ δʼ ἔφριξαν ἔθειραι σκυζομένῳ, κυρτὴ δὲ ῥάχις γένετʼ ἠύτε τόξον, πάντοθεν εἰληθέντος ὑπὸ λαγόνας τε καὶ ἰξύν. ὡς δʼ ὅτʼ ἂν ἁρματοπηγὸς ἀνὴρ πολέων ἴδρις ἔργων ὄρπηκας κάμπτῃσιν ἐρινεοῦ εὐκεάτοιο, θάλψας ἐν πυρὶ πρῶτον, ἐπαξονίῳ κύκλα δίφρῳ· τοῦ μὲν ὑπὲκ χειρῶν ἔφυγεν τανύφλοιος ἐρινεὸς καμπτόμενος, τηλοῦ δὲ μιῇ πήδησε σὺν ὁρμῇ· ὣς ἐπʼ ἐμοὶ λῖς αἰνὸς ἀπόπροθεν ἀθρόος ἆλτο μαιμώων χροὸς ἆσαι· ἐγὼ δʼ ἑτέρηφι βέλεμνα χειρὶ προεσχεθόμην καὶ ἀπʼ ὤμων δίπλακα λώπην, τῇ δʼ ἑτέρῃ ῥόπαλον κόρσης ὕπερ αὖον ἀείρας ἤλασα κὰκ κεφαλῆς, διὰ δʼ ἄνδιχα τρηχὺν ἔαξα αὐτοῦ ἐπὶ λασίοιο καρήατος ἀγριέλαιον θηρὸς ἀμαιμακέτοιο· πέσεν δʼ ὅγε πρὶν ἔμʼ ἱκέσθαι ὑψόθεν ἐν γαίῃ, καὶ ἐπὶ τρομεροῖς ποσὶν ἔστη νευστάζων κεφαλῇ· περὶ γὰρ σκότος ὄσσέ οἱ ἄμφω ἦλθε, βίῃ σεισθέντος ἐν ὀστέῳ ἐγκεφάλοιο. τὸν μὲν ἐγὼν ὀδύνῃσι παραφρονέοντα βαρείαις νωσάμενος, πρὶν αὖτις ὑπότροπον ἀμπνυνθῆναι, αὐχένος ἀρρήκτοιο παρʼ ἰνίον ἤλασα προφθάς, ῥίψας τόξον ἔραζε πολύρραπτόν τε φαρέτρην· ἦγχον δʼ ἐγκρατέως στιβαρὰς σὺν χεῖρας ἐρείσας ἐξόπιθεν, μὴ σάρκας ὑποδρύψῃ ὀνύχεσσι, πρὸς δʼ οὖδας πτέρνῃσι πόδας στερεῶς ἐπίεζον οὐραίους ἐπιβάς, μηροῖσί τε πλεύρʼ ἐφύλασσον, μέχρί οἱ ἐξετάνυσσα βραχίονας ὀρθὸν ἀείρας ἄπνευστον, ψυχὴν δὲ πελώριος ἔλλαχεν Ἅιδης. καὶ τότε δὴ βούλευον, ὅπως λασιαύχενα βύρσαν θηρὸς τεθνειῶτος ἀπὸ μελέων ἐρυσαίμην, ἀργαλέον μάλα μόχθον, ἐπεὶ οὐκ ἔσκε σιδήρῳ τμητὴ οὐδὲ λίθοις πειρωμένῳ, οὐδὲ μὲν ἄλλῃ ἔνθά μοι ἀθανάτων τις ἐπὶ φρεσὶ θῆκε νοῆσαι αὐτοῖς δέρμα λέοντος ἀνασχίζειν ὀνύχεσσι. τοῖσι θοῶς ἀπέδειρα, καὶ ἀμφεθέμην μελέεσσιν ἕρκος ἐνυαλίου ταμεσίχροος ἰωχμοῖο. οὗτός τοι Νεμέου γένετʼ ὦ φίλε θηρὸς ὄλεθρος, πολλὰ πάρος μήλοις τε καὶ ἀνδράσι κήδεα θέντος. Λῆναι ἢ Βάκχαι Ἰνὼ καὐτονόα χἁ μαλοπάραυος Ἀγαύα τρεῖς θιάσως ἐς ὄρος τρεῖς ἄγαγον αὐταὶ ἐοῖσαι. χαἱ μὲν ἀμερξάμεναι λασίας δρυὸς ἄγρια φύλλα κισσόν τε ζώοντα καὶ ἀσφόδελον τὸν ὑπὲρ γᾶς ἐν καθαρῷ λειμῶνι κάμον δυοκαίδεκα βωμούς, τὼς τρεῖς τᾷ Σεμέλᾳ, τὼς ἐννέα τῷ Διονύσῳ. ἱερὰ δʼ ἐκ κίστας ποπανεύματα χερσὶν ἑλοῖσαι εὐφάμως κατέθεντο νεοδρέπτων ἐπὶ βωμῶν, ὡς ἐδίδασχʼ, ὡς αὐτὸς ἐθυμάρει Διόνυσος. Πενθεὺς δʼ ἀλιβάτου πέτρας ἄπο πάντʼ ἐθεώρει, σχῖνον ἐς ἀρχαίαν καταδύς, ἐπιχώριον ἔρνος. Αὐτονόα πράτα νιν ἀνέκραγε δεινὸν ἰδοῖσα, σὺν δʼ ἐτάραξε ποσὶν μανιώδεος ὄργια Βάκχου, ἐξαπίνας ἐπιοῖσα, τὰ δʼ οὐχ ὁρέοντι βέβηλοι. μαίνετο μέν θʼ αὕτα, μαίνοντο δʼ ἄρʼ εὐθὺ καὶ ἄλλαι. Πενθεὺς μὲν φεῦγεν πεφοβημένος, αἱ δʼ ἐδίωκον, πέπλως ἐκ ζωστῆρος ἐπʼ ἰγνύαν ἐρύσαισαι. Πενθεὺς μὲν τόδʼ ἔειπε· τίνος κέχρησθε γυναῖκες; Αὐτονόα τόδʼ ἔειπε τάχα γνώσῃ πρὶν ἀκοῦσαι. μάτηρ μὲν κεφαλὰν μυκήσατο παιδὸς ἑλοῖσα, ὅσσόν περ τοκάδος τελέθει μύκημα λεαίνας· Ἰνὼ δʼ ἐξέρρηξε σὺν ὠμοπλάτᾳ μέγαν ὦμον λὰξ ἐπὶ γαστέρα βᾶσα, καὶ Αὐτονόας ῥυθμὸς ωὑτός· αἱ δʼ ἄλλαι τὰ περισσὰ κρεανομέοντο γυναῖκες. ἐς Θήβας δʼ ἀφίκοντο πεφυρμέναι αἵματι πᾶσαι, ἐξ ὄρεος πένθημα καὶ οὐ Πενθῆα φέροισαι. οὐκ ἀλέγω· μηδʼ ἄλλος ἀπεχθομένω Διονύσῳ φροντίζοι, μηδʼ εἰ χαλεπώτερα τῶνδʼ ἐμόγησεν, εἴη δʼ ἐνναέτης ἢ καὶ δεκάτω ἐπιβαίνοι· αὐτὸς δʼ εὐαγέοιμι καὶ εὐαγέεσσιν ἅδοιμι. ἐκ Διὸς αἰγιόχω τιμὰν ἔχει αἰετὸς οὗτος. εὐσεβέων παίδεσσι τὰ λώια, δυσσεβέων δʼ οὔ. χαίροι μὲν Διόνυσος, ὃν ἐν Δρακάνῳ νιφόεντι Ζεὺς ὕπατος μεγάλαν ἐπιγουνίδα κάτθετο λύσας· χαίροι δʼ εὐειδὴς Σεμέλα καὶ ἀδελφεαὶ αὐτᾶς Καδμεῖαι πολλαῖς μεμελημέναι ἡρωίναις, αἳ τόδε ἔργον ἔρεξαν ὀρίναντος Διονύσου οὐκ ἐπιμωματόν. μηδεὶς τὰ θεῶν ὀνόσαιτο. Οαριστύς Κόρη τὰν πινυτὰν Ἑλέναν Πάρις ἥρπασε βουκόλος ἄλλος. Δάφνις μᾶλλον ἑκοῖσʼ Ἑλένα τὸν βουκόλον ἔσχε φιλεῦσα. Κόρη μὴ καυχῶ σατυρίσκε· κενὸν τὸ φίλαμα λέγουσιν. Δάφνις ἔστι καὶ ἐν κενεοῖσι φιλάμασιν ἁδέα τέρψις. Κόρη τὸ στόμα μευ πλύνω καὶ ἀποπτύω τὸ φίλαμα. Δάφνις πλύνεις χείλεα σεῖο; δίδου πάλιν ὄφρα φιλάσω. Κόρη καλόν σοι δαμάλας φιλέειν, οὐκ ἄζυγα κώραν. Δάφνις μὴ καυχῶ· τάχα γάρ σε παρέρχεται ὡς ὄναρ ἥβη. Κόρη ἢν δέ τι γηράσκω, τόδε που μέλι καὶ γάλα πίνω. Δάφνις Κόρη ἁ σταφυλὶς σταφίς ἐστι καὶ οὐ ῥόδον αὖον ὀλεῖται. Δάφνις δεῦρʼ ὑπὸ τὰς κοτίνους, ἵνα σοί τινα μῦθον ἐνίψω. Κόρη οὐκ ἐθέλω· καὶ πρίν με παρήπαφες ἁδέι μύθῳ. Δάφνις δεῦρʼ ὑπὸ τὰς πτελέας, ἵνʼ ἐμᾶς σύριγγος ἀκούσῃς. Κόρη τὴν σαυτοῦ φρένα τέρψον· ὀιζύον οὐδὲν ἀρέσκει. Δάφνις φεῦ φεῦ τᾶς Παφίας χόλον ἅζεο καὶ σύγε κώρα. Κόρη χαιρέτω ἁ Παφία· μόνον ἵλαος Ἄρτεμις εἴη. Δάφνις μὴ λέγε, μὴ βάλλῃ σε καὶ ἐς λίνον ἄκριτον ἔνθῃς. Κόρη βαλλέτω ὡς ἐθέλει· πάλιν Ἄρτεμις ἄμμιν ἀρήγει. μἠπιβάλῃς τὰν χεῖρα, καὶ εἰσέτι χεῖλος ἀμύξω. Δάφνις οὐ φεύγεις τὸν Ἔρωτα, τὸν οὐ φύγε παρθένος ἄλλη. Κόρη φεύγω ναὶ τὸν Πᾶνα· σὺ δὲ ζυγὸν αἰὲν ἀείρεις. Δάφνις δειμαίνω, μὴ δή σε κακωτέρῳ ἀνέρι δώσει. Κόρη πολλοί μʼ ἐμνώοντο, νόμον δʼ ἐμὸν οὔτις ἀείδει. Δάφνις εἶς καὶ ἐγὼ πολλῶν μνηστὴρ τεὸς ἐνθάδʼ ἱκάνω. Κόρη καὶ τί φίλος ῥέξαιμι; γάμοι πλήθουσιν ἀνίας. Δάφνις οὐκ ὀδύνην, οὐκ ἄλγος ἔχει γάμος, ἀλλὰ χορείην. Κόρη ναὶ μάν φασι γυναῖκας ἑοὺς τρομέειν παρακοίτας. Δάφνις μᾶλλον ἀεὶ κρατέουσι· τίνα τρομέουσι γυναῖκες; Κόρη ὠδίνειν τρομέω· χαλεπὸν βέλος Εἰλειθυίης. Δάφνις ἀλλὰ τεὴ βασίλεια μογοστόκος Ἄρτεμίς ἐστιν. Κόρη ἀλλὰ τεκεῖν τρομέω, μὴ καὶ χρόα καλὸν ὀλέσσω. Δάφνις ἢν δὲ τέκῃς φίλα τέκνα, νέον φάος ὄψεαι υἷας. Κόρη καὶ τί μοι ἕδνον ἄγεις γάμου ἄξιον, ἢν ἐπινεύσω; Δάφνις πᾶσαν τὰν ἀγέλαν, πάντʼ ἄλσεα καὶ νομὸν ἕξεις. Κόρη ὄμνυε μὴ μετὰ λέκτρα λιπὼν ἀέκουσαν ἀπενθεῖν. Δάφνις οὐκ αὐτὸν τὸν Πᾶνα, καὶ ἢν ἐθέλῃς με διῶξαι. Κόρη τεύχεις μοι θαλάμους, τεύχεις καὶ δῶμα καὶ αὐλάς; Δάφνις τεύχω σοι θαλάμους· τὰ δὲ πώεα καλὰ νομεύω. Κόρη πατρὶ δὲ γηραλέῳ τίνα μάν, τίνα μῦθον ἐνίψω; Δάφνις αἰνήσει σέο λέκτρον, ἐπὴν ἐμὸν οὔνομʼ ἀκούσῃ. Κόρη οὔνομα σὸν λέγε τῆνο· καὶ οὔνομα πολλάκι τέρπει. Δάφνις Δάφνις ἐγώ, Λυκίδας τε πατήρ, μήτηρ δὲ Νομαία. Κόρη ἐξ εὐηγενέων· ἀλλʼ οὐ σέθεν εἰμὶ χερείων. Δάφνις οἶδʼ, ἄκρα τιμίη ἐσσί· πατὴρ δέ τοί ἐστι Μενάλκας. Ἠλακάτη Γλαύκας ὦ φιλέριθʼ ἀλακάτα δῶρον Ἀθανάας γύναιξιν, νόος οἰκωφελίας αἷσιν ἐπάβολος, θέρσεισʼ ἄμμιν ὑμάρτη πόλιν ἐς Νείλεος ἀγλάαν, ὅπᾳ Κύπριδος ἶρον καλάμω χλῶρον ὑπαπάλω. τυῖδε γὰρ πλόον εὐάνεμον αἰτήμεθα πὰρ Δίος, ὅπως ξέννον ἔμον τέρψομʼ ἴδων κἀντιφιλήσομεν, Νικίαν, Χαρίτων ἰμεροφώνων ἴερον φύτον, καὶ σὲ τὰν ἐλέφαντος πολυμόχθω γεγενημέναν δῶρον Νικιάας εἰς ὀλόχω χέρρας ὀπάσσομεν, σὺν τᾷ πόλλα μὲν ἔργʼ ἐκτελέσεις ἀνδρεΐοις πέπλοις, πόλλα δʼ οἷα γύναικες φορέοισʼ ὐδάτινα βράκη. δὶς γὰρ μάτερες ἄρνων μαλάκοις ἐν βοτάνᾳ πόκοις πέξαιντʼ αὐτοένει, Θευγένιδός γʼ ἔνεκʼ ἐυσφύρω· οὕτως ἀνυσίεργος, φιλέει δʼ ὅσσα σαόφρονες. οὐ γὰρ εἰς ἀκίρας οὐδʼ ἐς ἀέργω κεν ἐβολλόμαν ὀπάσσαι σε δόμοις ἀμμετέρας ἔσσαν ἀπὺ χθόνος. καὶ γάρ τοι πάτρις, ἃν ὡξ Ἐφύρας κτίσσέ ποτʼ Ἀρχίας νάσω Τρινακρίας μύελον, ἄνδρων δοκίμων πόλιν. νῦν μὰν οἶκον ἔχοισʼ ἄνερος, ὃς πόλλʼ ἐδάη σόφα ἀθρώποισι νόσοις φάρμακα λύγραις ἀπαλαλκέμεν, οἰκήσεις κατὰ Μίλλατον ἐράνναν πεδʼἸαόνων, ὡς εὐαλάκατος Θεύγενις ἐν δαμότισιν πέλῃ, καί οἱ μνᾶστιν ἄει τῶ φιλαοίδω παρέχῃς ξένω. κῆνο γάρ τις ἔρει τὤπος ἴδων σʼ· ἦ μεγάλα χάρις δώρῳ σὺν ὀλίγῳ· πάντα δὲ τίματα τὰ πὰρ φίλων. Εἰδύλλιον Ἐρῶντος οἶνος ὦ φίλε παῖ λέγεται καὶ ἀλάθεα· κἄμμε χρὴ μεθύοντας ἀλαθέας ἔμμεναι. κἤγω μὲν τὰ φρενῶν ἐρέω κέατʼ ἐν μυχῷ. οὐκ ὄλας φιλέειν μʼ ἐθέλησθʼ ἀπὸ καρδίας. γινώσκω· τὸ γὰρ ἅμισυ τᾶς ζοΐας ἔχω ζὰ τὰν σὰν ἰδέαν, τὸ δὲ λοιπὸν ἀπώλετο. χὥτα μὲν σὺ θέλῃς, μακάρεσσιν ἴσαν ἄγω ἁμέραν· ὅτα δʼ οὐκ ἐθέλῃς τύ, μάλʼ ἐν σκότῳ. πῶς ταῦτʼ ἄρμενα, τὸν φιλέοντʼ ἀνίαις δίδων; ἀλλʼ εἴ μοί τι πίθοιο νέος προγενεστέρῳ, τῷ κε λώιον αὔτος ἔχων ἔμʼ ἐπαινέσαις, ποίησαι καλίαν μίαν εἰν ἑνὶ δενδρίῳ, ὅππῃ μηδὲν ἀπίξεται ἄγριον ὄρπετον. νῦν δὲ τῶδε μὲν ἄματος ἄλλον ἔχης κλάδον, ἄλλον δʼ αὔριον, ἐξ ἑτέρω δʼ ἕτερον μάτης· καἰ μέν σευ τὸ κάλον τις ἴδων ῥέθος αἰνέσαι, τῷ δʼ εὔθυς πλέον ἢ τριέτης ἐγένευ φίλος, τὸν πρῶτον δὲ φιλεῦντα τρίταιον ἐθήκαο. ἄνδρων τῶν ὑπερανορέων δοκίμοις πνέειν. φίλη δʼ, ἇς κʼ ἔτʼ ἔῃς, τὸν ὕμοιον ἔχην ἄει. αἰ γὰρ ὧδε πόῃς, ἄγαθος μὲν ἀκούσεαι ἐξ ἄστων· ὁ δέ τοί κʼ Ἔρος οὐ χαλέπως ἔχοι, ὃς ἄνδρων φρένας εὐμαρέως ὑποδάμναται, κἤμε μάλθακον ἐξ ἐπόησε σιδαρίω. ἀλλὰ πὲρ ἀπάλω στύματός σε πεδέρχομαι ὀμνάσθην, ὅτι πέρυσιν ἦσθα νεώτερος, χὥτι γηραλέοι πέλομες πρὶν ἀποπτύσαι καὶ ῥύσοι, νεότατα δʼ ἔχην παλινάγρετον οὐκ ἔστι· πτέρυγας γὰρ ἐπομμαδίαις φόρη, κἄμμες βαρδύτεροι τὰ ποτήμενα συλλάβην. ταῦτα χρὴ νοέοντα πέλην ποτιμώτερον, καί μοι τὠραμένῳ συνέραν ἀδόλως σέθεν, ὅπως, ἁνίκα τὰν γένυν ἀνδρεΐαν ἔχῃς, ἀλλάλοισι πελώμεθʼ Ἀχιλλέϊοι φίλοι. αἰ δὲ ταῦτα φέρην ἀνέμοισιν ἐπιτρόπῃς, ἐν θύμῳ δὲ λέγῃς τί με δαιμόνιʼ ἐνόχλης; νῦν μὲν κἠπὶ τὰ χρύσεα μᾶλʼ ἔνεκεν σέθεν βαίην καὶ φύλακον νεκύων πεδὰ Κέρβερον, τότα δʼ οὐδὲ καλεῦντος ἐπʼ αὐλεΐαις θύραις προμόλοιμί κε παυσάμενος χαλέπω πόθω. Παιδικά Ὤιαι τῶ χαλεπῶ καἰνομόρω τῶδε νοσήματος· τετορταῖος ἔχει, παιδὸς ἔρως, μῆνά με δεύτερον, μᾶκος μὲν μετρίω γʼ, ἀλλʼ ὁπόσον τῶ πέδα περρέχε τᾶς γᾶς τοῦτο χάρις· ταῖς δὲ παραύαις γλυκὺ μειδίαι. καὶ νῦν μὲν τὸ κακὸν ταῖς μὲν ἔχει, ταῖσι δέ μʼ οὐκέτι, τάχα δʼ οὐδʼ ὅσον ὕπνω ’πιτύχην ἔσσετʼ ἐρωία· ἐχθὲς γὰρ παριὼν ἔδρακε λέπτʼ ἄμμε διʼ ὀφρύγων αἰδεσθεὶς ποτίδην ἀντίος, ἠρεύθετο δὲ χρόα. ἔμεθεν δὲ πλέον τᾶς κραδίας ὥʼ ρος ἐδράξατο, εἰς οἶκον δʼ ἀπέβαν ἕλκος ἔχων καὶ τὸ κέαρ δακών . πολλὰ δʼ εἰσκαλέσας θυμὸν ἐμαυτοῦ διελεξάμαν· τί δὴ ταῦτα ποίης; ἀλοσύνας τί ἔσχατον ἔσσεται; λεύκας οὐκετʼ ἴσησθʼ ὅττι φορῇς ἐν κροτάφοις τρίχας; ὧρά τοι φρονέειν μὴ οὔτι νέος τὰν ἰδέαν πέλῃ. πάντʼ ἔρδης ἅπερ οἱ τῶν ἐτέων ἄρτι γεγευμένοι. καὶ μὰν ἄλλο δε λάθει· τόδʼ ἄρʼ ἦς λώιον, ἔμμεναι ξέννον τῶν χαλεπῶν παιδὸς ἐράν νω παράπαν πόθων τῷ μὲν γὰρ βίος ἕρπει προγόνοις ἶσʼ ἐλάφω θοᾶς, χαλάσει δʼ ἑτέρᾳ ποντοπόρην αὔριον ἄρμενα. οὐδʼ αὐτῷ γλυκερᾶς ἄνθεμον ἅβας πεδʼ ὐμαλίκων μένει· τῷ δʼ ὁ πόθος καὶ τὸν ἔσω μυελὸν ἐσθίει ὀμμιμνασκομένῳ· πολλὰ δʼ ὄρη νυκτὸς ἐνύπνια, παύσασθαι δʼ ἐνιαυτὸς χαλεπᾶς οὐκ ἰκανὸς νόσω. ταῦτα χἅτερα πολλὰ προτʼ ἐμὸν θυμὸν ἐμεμψάμαν. ὁ δὲ τοῦτʼ ἔφατʼ· ὄττις δοκίμοι τὸν δολομάχανον νικάσειν Ἔρον, οὗτος δοκίμοι τοὶς ὑπὲρ ἄμμεων εὑρεῖν βραϊδίως ἀστέρας ὁπποσσάκιν ἐννέα. καὶ νῦν, εἴτʼ ἐθέλω, χρή με μακρὸν σχόντα τὸν ἄμφενα ἕλκειν τὸν ζυγόν, εἴτʼ οὐκ ἐθέλω· ταῦτα γὰρ ὦγαθὲ βούλεται θέος, ὃς καὶ Διὸς ἔσφαλε μέγαν νόον