ὀκριόεν, χλωρῇ δὲ παλίσσυτον ἔμπεσε ποίῃ. αὐτὰρ ὁ κρᾶτα δαφοινὸν ἀπὸ χθονὸς ὦκʼ ἐπάειρε θαμβήσας, πάντῃ δὲ διέδρακεν ὀφθαλμοῖσι σκεπτόμενος, λαμυροὺς δὲ χανὼν ὑπʼ ὀδόντας ἔφηνε. τῷ δʼ ἐγὼ ἄλλον ὀιστὸν ἀπὸ νευρῆς προΐαλλον ἀσχαλόων, ὅ μοι ὁ πρὶν ἐτώσιος ἔκφυγε χειρός· μεσσηγὺς δʼ ἔβαλον στηθέων, ὅθι πνεύμονος ἕδρη. ἀλλʼ οὐδʼ ὣς ὑπὸ βύρσαν ἔδυ πολυώδυνος ἰός, ἀλλʼ ἔπεσε προπάροιθε ποδῶν ἀνεμώλιος αὔτως. τὸ τρίτον αὖ μέλλεσκον ἀσώμενος ἐν φρεσὶν αἰνῶς αὐερύειν· ὁ δέ μʼ εἶδε περιγληνώμενος ὄσσοις θὴρ ἄμοτος, μακρὴν δὲ περʼ ἰγνύῃσιν ἕλιξε κέρκον, ἄφαρ δὲ μάχης ἐμνήσατο· πᾶς δέ οἱ αὐχὴν θυμοῦ ἐνεπλήσθη, πυρσαὶ δʼ ἔφριξαν ἔθειραι σκυζομένῳ, κυρτὴ δὲ ῥάχις γένετʼ ἠύτε τόξον, πάντοθεν εἰληθέντος ὑπὸ λαγόνας τε καὶ ἰξύν. ὡς δʼ ὅτʼ ἂν ἁρματοπηγὸς ἀνὴρ πολέων ἴδρις ἔργων ὄρπηκας κάμπτῃσιν ἐρινεοῦ εὐκεάτοιο, θάλψας ἐν πυρὶ πρῶτον, ἐπαξονίῳ κύκλα δίφρῳ· τοῦ μὲν ὑπὲκ χειρῶν ἔφυγεν τανύφλοιος ἐρινεὸς καμπτόμενος, τηλοῦ δὲ μιῇ πήδησε σὺν ὁρμῇ· ὣς ἐπʼ ἐμοὶ λῖς αἰνὸς ἀπόπροθεν ἀθρόος ἆλτο μαιμώων χροὸς ἆσαι· ἐγὼ δʼ ἑτέρηφι βέλεμνα χειρὶ προεσχεθόμην καὶ ἀπʼ ὤμων δίπλακα λώπην, τῇ δʼ ἑτέρῃ ῥόπαλον κόρσης ὕπερ αὖον ἀείρας ἤλασα κὰκ κεφαλῆς, διὰ δʼ ἄνδιχα τρηχὺν ἔαξα αὐτοῦ ἐπὶ λασίοιο καρήατος ἀγριέλαιον θηρὸς ἀμαιμακέτοιο· πέσεν δʼ ὅγε πρὶν ἔμʼ ἱκέσθαι ὑψόθεν ἐν γαίῃ, καὶ ἐπὶ τρομεροῖς ποσὶν ἔστη