καὶ βάλον ἆσσον ἰόντος ἀριστερὸν ἐς κενεῶνα τηϋσίως· οὐ γάρ τι βέλος διὰ σαρκὸς ὄλισθεν ὀκριόεν, χλωρῇ δὲ παλίσσυτον ἔμπεσε ποίῃ. αὐτὰρ ὁ κρᾶτα δαφοινὸν ἀπὸ χθονὸς ὦκʼ ἐπάειρε θαμβήσας, πάντῃ δὲ διέδρακεν ὀφθαλμοῖσι σκεπτόμενος, λαμυροὺς δὲ χανὼν ὑπʼ ὀδόντας ἔφηνε. τῷ δʼ ἐγὼ ἄλλον ὀιστὸν ἀπὸ νευρῆς προΐαλλον ἀσχαλόων, ὅ μοι ὁ πρὶν ἐτώσιος ἔκφυγε χειρός· μεσσηγὺς δʼ ἔβαλον στηθέων, ὅθι πνεύμονος ἕδρη. ἀλλʼ οὐδʼ ὣς ὑπὸ βύρσαν ἔδυ πολυώδυνος ἰός, ἀλλʼ ἔπεσε προπάροιθε ποδῶν ἀνεμώλιος αὔτως. τὸ τρίτον αὖ μέλλεσκον ἀσώμενος ἐν φρεσὶν αἰνῶς αὐερύειν· ὁ δέ μʼ εἶδε περιγληνώμενος ὄσσοις