καὶ βάλον ἆσσον ἰόντος ἀριστερὸν ἐς κενεῶνα τηϋσίως· οὐ γάρ τι βέλος διὰ σαρκὸς ὄλισθεν ὀκριόεν, χλωρῇ δὲ παλίσσυτον ἔμπεσε ποίῃ. αὐτὰρ ὁ κρᾶτα δαφοινὸν ἀπὸ χθονὸς ὦκʼ ἐπάειρε θαμβήσας, πάντῃ δὲ διέδρακεν ὀφθαλμοῖσι σκεπτόμενος, λαμυροὺς δὲ χανὼν ὑπʼ ὀδόντας ἔφηνε. τῷ δʼ ἐγὼ ἄλλον ὀιστὸν ἀπὸ νευρῆς προΐαλλον ἀσχαλόων, ὅ μοι ὁ πρὶν ἐτώσιος ἔκφυγε χειρός· μεσσηγὺς δʼ ἔβαλον στηθέων, ὅθι πνεύμονος ἕδρη.