ἀλλὰ κατὰ σταθμοὺς χλωρὸν δέος εἶχεν ἕκαστον. οὐ μὴν πρὶν πόδας ἔσχον ὄρος τανύφυλλον ἐρευνῶν, πρὶν ἰδέειν ἀλκῆς τε παραυτίκα πειρηθῆναι. ἤτοι ὁ μὲν σήραγγα προδείελος ἔστιχεν εἰς ἥν, βεβρωκὼς κρειῶν τε καὶ αἵματος, ἀμφὶ δὲ χαίτας αὐχμηρὰς πεπάλακτο φόνῳ χαροπόν τε πρόσωπον στήθεά τε, γλώσσῃ δὲ περιλιχμᾶτο γένειον. αὐτὰρ ἐγὼ θάμνοισιν ἄφαρ σκιεροῖσιν ἐκρύφθην ἐν ῥίῳ ὑλήεντι δεδεγμένος ὁππόθʼ ἵκοιτο,