φαινόμενος σπορίμοιο διʼ αὔλακος, ὅντινʼ ἐροίμην· ἀλλὰ κατὰ σταθμοὺς χλωρὸν δέος εἶχεν ἕκαστον. οὐ μὴν πρὶν πόδας ἔσχον ὄρος τανύφυλλον ἐρευνῶν, πρὶν ἰδέειν ἀλκῆς τε παραυτίκα πειρηθῆναι. ἤτοι ὁ μὲν σήραγγα προδείελος ἔστιχεν εἰς ἥν, βεβρωκὼς κρειῶν τε καὶ αἵματος, ἀμφὶ δὲ χαίτας αὐχμηρὰς πεπάλακτο φόνῳ χαροπόν τε πρόσωπον στήθεά τε, γλώσσῃ δὲ περιλιχμᾶτο γένειον. αὐτὰρ ἐγὼ θάμνοισιν ἄφαρ σκιεροῖσιν ἐκρύφθην ἐν ῥίῳ ὑλήεντι δεδεγμένος ὁππόθʼ ἵκοιτο, καὶ βάλον ἆσσον ἰόντος ἀριστερὸν ἐς κενεῶνα τηϋσίως· οὐ γάρ τι βέλος διὰ σαρκὸς ὄλισθεν ὀκριόεν, χλωρῇ δὲ παλίσσυτον ἔμπεσε ποίῃ. αὐτὰρ ὁ κρᾶτα δαφοινὸν ἀπὸ χθονὸς ὦκʼ ἐπάειρε θαμβήσας, πάντῃ δὲ διέδρακεν ὀφθαλμοῖσι σκεπτόμενος, λαμυροὺς δὲ χανὼν ὑπʼ ὀδόντας ἔφηνε. τῷ δʼ ἐγὼ ἄλλον ὀιστὸν ἀπὸ νευρῆς προΐαλλον ἀσχαλόων, ὅ μοι ὁ πρὶν ἐτώσιος ἔκφυγε χειρός· μεσσηγὺς δʼ ἔβαλον στηθέων, ὅθι πνεύμονος ἕδρη. ἀλλʼ οὐδʼ ὣς ὑπὸ βύρσαν ἔδυ πολυώδυνος ἰός, ἀλλʼ ἔπεσε προπάροιθε ποδῶν ἀνεμώλιος αὔτως. τὸ τρίτον αὖ μέλλεσκον ἀσώμενος ἐν φρεσὶν αἰνῶς αὐερύειν· ὁ δέ μʼ εἶδε περιγληνώμενος ὄσσοις θὴρ ἄμοτος, μακρὴν δὲ περʼ ἰγνύῃσιν ἕλιξε κέρκον, ἄφαρ δὲ μάχης ἐμνήσατο· πᾶς δέ οἱ αὐχὴν θυμοῦ ἐνεπλήσθη, πυρσαὶ δʼ ἔφριξαν ἔθειραι σκυζομένῳ, κυρτὴ δὲ ῥάχις γένετʼ ἠύτε τόξον, πάντοθεν εἰληθέντος ὑπὸ λαγόνας τε καὶ ἰξύν. ὡς δʼ ὅτʼ ἂν ἁρματοπηγὸς ἀνὴρ πολέων ἴδρις ἔργων ὄρπηκας κάμπτῃσιν ἐρινεοῦ εὐκεάτοιο, θάλψας ἐν πυρὶ πρῶτον, ἐπαξονίῳ κύκλα δίφρῳ· τοῦ μὲν ὑπὲκ χειρῶν ἔφυγεν τανύφλοιος ἐρινεὸς καμπτόμενος, τηλοῦ δὲ μιῇ πήδησε σὺν ὁρμῇ· ὣς ἐπʼ ἐμοὶ λῖς αἰνὸς ἀπόπροθεν ἀθρόος ἆλτο μαιμώων χροὸς ἆσαι· ἐγὼ δʼ ἑτέρηφι βέλεμνα χειρὶ προεσχεθόμην καὶ ἀπʼ ὤμων δίπλακα λώπην, τῇ δʼ ἑτέρῃ ῥόπαλον κόρσης ὕπερ αὖον ἀείρας ἤλασα κὰκ κεφαλῆς, διὰ δʼ ἄνδιχα τρηχὺν ἔαξα αὐτοῦ ἐπὶ λασίοιο καρήατος ἀγριέλαιον θηρὸς ἀμαιμακέτοιο· πέσεν δʼ ὅγε πρὶν ἔμʼ ἱκέσθαι ὑψόθεν ἐν γαίῃ, καὶ ἐπὶ τρομεροῖς ποσὶν ἔστη νευστάζων κεφαλῇ· περὶ γὰρ σκότος ὄσσέ οἱ ἄμφω ἦλθε, βίῃ σεισθέντος ἐν ὀστέῳ ἐγκεφάλοιο. τὸν μὲν ἐγὼν ὀδύνῃσι παραφρονέοντα βαρείαις νωσάμενος, πρὶν αὖτις ὑπότροπον ἀμπνυνθῆναι, αὐχένος ἀρρήκτοιο παρʼ ἰνίον ἤλασα προφθάς, ῥίψας τόξον ἔραζε πολύρραπτόν τε φαρέτρην· ἦγχον δʼ ἐγκρατέως στιβαρὰς σὺν χεῖρας ἐρείσας ἐξόπιθεν, μὴ σάρκας ὑποδρύψῃ ὀνύχεσσι, πρὸς δʼ οὖδας πτέρνῃσι πόδας στερεῶς ἐπίεζον οὐραίους ἐπιβάς, μηροῖσί τε πλεύρʼ ἐφύλασσον, μέχρί οἱ ἐξετάνυσσα βραχίονας ὀρθὸν ἀείρας ἄπνευστον, ψυχὴν δὲ πελώριος ἔλλαχεν Ἅιδης. καὶ τότε δὴ βούλευον, ὅπως λασιαύχενα βύρσαν θηρὸς τεθνειῶτος ἀπὸ μελέων ἐρυσαίμην, ἀργαλέον μάλα μόχθον, ἐπεὶ οὐκ ἔσκε σιδήρῳ τμητὴ οὐδὲ λίθοις πειρωμένῳ, οὐδὲ μὲν ἄλλῃ ἔνθά μοι ἀθανάτων τις ἐπὶ φρεσὶ θῆκε νοῆσαι αὐτοῖς δέρμα λέοντος ἀνασχίζειν ὀνύχεσσι. τοῖσι θοῶς ἀπέδειρα, καὶ ἀμφεθέμην μελέεσσιν ἕρκος ἐνυαλίου ταμεσίχροος ἰωχμοῖο.