οἶον δʼ ἀθανάτων τίνʼ ἐίσκομεν ἀνδράσι πῆμα ἱρῶν μηνίσαντα Φορωνείδῃσιν ἐφεῖναι. πάντας γὰρ πισῆας ἐπικλύζων ποταμὸς ὣς λῖς ἄμοτον κεράιζε, μάλιστα δὲ Βεμβιναίους, οἵ ἑθεν ἀγχόμοροι ναῖον πασχόντες ἄτλητα. τὸν μὲν ἐμοὶ πρώτιστα τελεῖν ἐπέταξεν ἄεθλον Εὐρυσθεύς, κτεῖναι δέ μʼ ἐφίετο θηρίον αἰνόν. αὐτὰρ ἐγὼ κέρας ὑγρὸν ἑλὼν κοίλην τε φαρέτρην ἰῶν ἐμπλείην νεόμην, ἑτέρηφι δὲ βάκτρον εὐπαγὲς αὐτόφλοιον ἐπηρεφέος κοτίνοιο ἔμμητρον, τὸ μὲν αὐτὸς ὑπὸ ζαθέῳ Ἑλικῶνι