Φυλεύς, ὄφρα κιοῦσιν ἅμα σφίσιν ἄρκιος εἴη, καί ῥά τε ῥηίτερον φαμένου κλύοι Ἡρακλῆος, ὅς μιν ὁμαρτήσας τοίῳ προσελέξατο μύθῳ· Ὦ Αὐγηιάδη, τὸ μὲν ὅττί με πρῶτον ἀνήρευ, αὐτὸς καὶ μάλα ῥεῖα κατὰ στάθμην ἐνόησας. ἀμφὶ δέ σοι τὰ ἕκαστα λέγοιμί κε τοῦδε πελώρου ὅππως ἐκράανθεν, ἐπεὶ λελίησαι ἀκούειν, νόσφίν γʼ ἢ ὅθεν ἦλθε· τὸ γὰρ πολέων περ ἐόντων Ἀργείων οὐδείς κεν ἔχοι σάφα μυθήσασθαι· οἶον δʼ ἀθανάτων τίνʼ ἐίσκομεν ἀνδράσι πῆμα ἱρῶν μηνίσαντα Φορωνείδῃσιν ἐφεῖναι. πάντας γὰρ πισῆας ἐπικλύζων ποταμὸς ὣς λῖς ἄμοτον κεράιζε, μάλιστα δὲ Βεμβιναίους,