γλώσσης μαψιδίοιο χαριζόμενον παρεοῦσιν. Ὣς εἰπὼν μέσσης ἐξηρώησε κελεύθου Φυλεύς, ὄφρα κιοῦσιν ἅμα σφίσιν ἄρκιος εἴη, καί ῥά τε ῥηίτερον φαμένου κλύοι Ἡρακλῆος, ὅς μιν ὁμαρτήσας τοίῳ προσελέξατο μύθῳ· Ὦ Αὐγηιάδη, τὸ μὲν ὅττί με πρῶτον ἀνήρευ, αὐτὸς καὶ μάλα ῥεῖα κατὰ στάθμην ἐνόησας. ἀμφὶ δέ σοι τὰ ἕκαστα λέγοιμί κε τοῦδε πελώρου ὅππως ἐκράανθεν, ἐπεὶ λελίησαι ἀκούειν, νόσφίν γʼ ἢ ὅθεν ἦλθε· τὸ γὰρ πολέων περ ἐόντων Ἀργείων οὐδείς κεν ἔχοι σάφα μυθήσασθαι·