οὐ μὲν γάρ κε τοσόνδε κατʼ Ἀπίδα κνώδαλον εὕροις ἱμείρων ἰδέειν, ἐπεὶ οὐ μάλα τηλίκα βόσκει, ἀλλʼ ἄρκτους τε σύας τε λύκων τʼ ὀλοφώιον ἔρνος. τῷ καὶ θαυμάζεσκον ἀκούοντες τότε μῦθον· οἱ δέ νυ καὶ ψεύδεσθαι ὁδοιπόρον ἀνέρʼ ἔφαντο γλώσσης μαψιδίοιο χαριζόμενον παρεοῦσιν. Ὣς εἰπὼν μέσσης ἐξηρώησε κελεύθου Φυλεύς, ὄφρα κιοῦσιν ἅμα σφίσιν ἄρκιος εἴη, καί ῥά τε ῥηίτερον φαμένου κλύοι Ἡρακλῆος, ὅς μιν ὁμαρτήσας τοίῳ προσελέξατο μύθῳ· Ὦ Αὐγηιάδη, τὸ μὲν ὅττί με πρῶτον ἀνήρευ, αὐτὸς καὶ μάλα ῥεῖα κατὰ στάθμην ἐνόησας. ἀμφὶ δέ σοι τὰ ἕκαστα λέγοιμί κε τοῦδε πελώρου ὅππως ἐκράανθεν, ἐπεὶ λελίησαι ἀκούειν, νόσφίν γʼ ἢ ὅθεν ἦλθε· τὸ γὰρ πολέων περ ἐόντων Ἀργείων οὐδείς κεν ἔχοι σάφα μυθήσασθαι· οἶον δʼ ἀθανάτων τίνʼ ἐίσκομεν ἀνδράσι πῆμα ἱρῶν μηνίσαντα Φορωνείδῃσιν ἐφεῖναι. πάντας γὰρ πισῆας ἐπικλύζων ποταμὸς ὣς λῖς ἄμοτον κεράιζε, μάλιστα δὲ Βεμβιναίους, οἵ ἑθεν ἀγχόμοροι ναῖον πασχόντες ἄτλητα. τὸν μὲν ἐμοὶ πρώτιστα τελεῖν ἐπέταξεν ἄεθλον Εὐρυσθεύς, κτεῖναι δέ μʼ ἐφίετο θηρίον αἰνόν. αὐτὰρ ἐγὼ κέρας ὑγρὸν ἑλὼν κοίλην τε φαρέτρην ἰῶν ἐμπλείην νεόμην, ἑτέρηφι δὲ βάκτρον εὐπαγὲς αὐτόφλοιον ἐπηρεφέος κοτίνοιο ἔμμητρον, τὸ μὲν αὐτὸς ὑπὸ ζαθέῳ Ἑλικῶνι εὑρὼν σὺν πυκινῇσιν ὁλοσχερὲς ἔσπασα ῥίζαις. αὐτὰρ ἐπεὶ τὸν χῶρον, ὅθι λῖς ἦεν, ἵκανον, δὴ τότε τόξον ἑλὼν στρεπτὴν ἐπέλασσα κορώνῃ νευρειήν, περὶ δʼ ἰὸν ἐχέστονον εἶθαρ ἔβησα. πάντῃ δʼ ὄσσε φέρων ὀλοὸν τέρας ἐσκοπίαζον, εἴ μιν ἐσαθρήσαιμι, πάρος γʼ ἐμὲ κεῖνον ἰδέσθαι. ἤματος ἦν τὸ μεσηγύ, καὶ οὐδέ πῃ ἴχνια τοῖο φρασθῆναι δυνάμην οὐδʼ ὠρυγμοῖο πυθέσθαι.