εἴπʼ ἄγε νῦν μοι πρῶτον, ἵνα γνώω κατὰ θυμόν, ἥρως, εἴτʼ ἐτύμως μαντεύομαι εἴτε καὶ οὐκί, εἰ σύγʼ ἐκεῖνος, ὃν ἧμιν ἀκουόντεσσιν ἔειπεν οὑξ Ἑλίκηθεν Ἀχαιός, ἐγὼ δέ σε φράζομαι ὀρθῶς. εἰπὲ δʼ ὅπως ὀλοὸν τόδε θηρίον αὐτὸς ἔπεφνες, ὅππως τʼ εὔυδρον Νεμέης εἰσήλυθε χῶρον· οὐ μὲν γάρ κε τοσόνδε κατʼ Ἀπίδα κνώδαλον εὕροις ἱμείρων ἰδέειν, ἐπεὶ οὐ μάλα τηλίκα βόσκει, ἀλλʼ ἄρκτους τε σύας τε λύκων τʼ ὀλοφώιον ἔρνος. τῷ καὶ θαυμάζεσκον ἀκούοντες τότε μῦθον· οἱ δέ νυ καὶ ψεύδεσθαι ὁδοιπόρον ἀνέρʼ ἔφαντο γλώσσης μαψιδίοιο χαριζόμενον παρεοῦσιν. Ὣς εἰπὼν μέσσης ἐξηρώησε κελεύθου