ἠὲ σέ· δέρμα δὲ θηρὸς ἀριφραδέως ἀγορεύει χειρῶν καρτερὸν ἔργον, ὅ τοι περὶ πλευρὰ καλύπτει. εἴπʼ ἄγε νῦν μοι πρῶτον, ἵνα γνώω κατὰ θυμόν, ἥρως, εἴτʼ ἐτύμως μαντεύομαι εἴτε καὶ οὐκί, εἰ σύγʼ ἐκεῖνος, ὃν ἧμιν ἀκουόντεσσιν ἔειπεν οὑξ Ἑλίκηθεν Ἀχαιός, ἐγὼ δέ σε φράζομαι ὀρθῶς. εἰπὲ δʼ ὅπως ὀλοὸν τόδε θηρίον αὐτὸς ἔπεφνες, ὅππως τʼ εὔυδρον Νεμέης εἰσήλυθε χῶρον· οὐ μὲν γάρ κε τοσόνδε κατʼ Ἀπίδα κνώδαλον εὕροις