εἰ ἐτεόν περ ἐγὼ μιμνήσκομαι, ἐκ Περσῆος. ἔλπομαι οὐχ ἕτερον τόδε τλήμεναι Αἰγιαλήων ἠὲ σέ· δέρμα δὲ θηρὸς ἀριφραδέως ἀγορεύει χειρῶν καρτερὸν ἔργον, ὅ τοι περὶ πλευρὰ καλύπτει. εἴπʼ ἄγε νῦν μοι πρῶτον, ἵνα γνώω κατὰ θυμόν, ἥρως, εἴτʼ ἐτύμως μαντεύομαι εἴτε καὶ οὐκί, εἰ σύγʼ ἐκεῖνος, ὃν ἧμιν ἀκουόντεσσιν ἔειπεν οὑξ Ἑλίκηθεν Ἀχαιός, ἐγὼ δέ σε φράζομαι ὀρθῶς. εἰπὲ δʼ ὅπως ὀλοὸν τόδε θηρίον αὐτὸς ἔπεφνες, ὅππως τʼ εὔυδρον Νεμέης εἰσήλυθε χῶρον· οὐ μὲν γάρ κε τοσόνδε κατʼ Ἀπίδα κνώδαλον εὕροις ἱμείρων ἰδέειν, ἐπεὶ οὐ μάλα τηλίκα βόσκει, ἀλλʼ ἄρκτους τε σύας τε λύκων τʼ ὀλοφώιον ἔρνος. τῷ καὶ θαυμάζεσκον ἀκούοντες τότε μῦθον· οἱ δέ νυ καὶ ψεύδεσθαι ὁδοιπόρον ἀνέρʼ ἔφαντο γλώσσης μαψιδίοιο χαριζόμενον παρεοῦσιν. Ὣς εἰπὼν μέσσης ἐξηρώησε κελεύθου Φυλεύς, ὄφρα κιοῦσιν ἅμα σφίσιν ἄρκιος εἴη, καί ῥά τε ῥηίτερον φαμένου κλύοι Ἡρακλῆος, ὅς μιν ὁμαρτήσας τοίῳ προσελέξατο μύθῳ· Ὦ Αὐγηιάδη, τὸ μὲν ὅττί με πρῶτον ἀνήρευ, αὐτὸς καὶ μάλα ῥεῖα κατὰ στάθμην ἐνόησας. ἀμφὶ δέ σοι τὰ ἕκαστα λέγοιμί κε τοῦδε πελώρου ὅππως ἐκράανθεν, ἐπεὶ λελίησαι ἀκούειν, νόσφίν γʼ ἢ ὅθεν ἦλθε· τὸ γὰρ πολέων περ ἐόντων Ἀργείων οὐδείς κεν ἔχοι σάφα μυθήσασθαι· οἶον δʼ ἀθανάτων τίνʼ ἐίσκομεν ἀνδράσι πῆμα ἱρῶν μηνίσαντα Φορωνείδῃσιν ἐφεῖναι. πάντας γὰρ πισῆας ἐπικλύζων ποταμὸς ὣς