ἤλυθε γὰρ στείχων τις ἀπʼ Ἄργεος ὡς μέσος ἀκμῆς ἐνθάδʼ Ἀχαιὸς ἀνὴρ Ἑλίκης ἐξ ἀγχιάλοιο· ὃς δή τοι μυθεῖτο καὶ ἐν πλεόνεσσιν Ἐπειῶν, οὕνεκεν Ἀργείων τις ἕθεν παρεόντος ὄλεσσε θηρίον, αἰνολέοντα, κακὸν τέρας ἀγροιώταις, κοίλην αὖλιν ἔχοντα Διὸς Νεμέοιο παρʼ ἄλσος, οὐκ οἶδʼ ἀτρεκέως ἢ Ἄργεος ἐξ ἱεροῖο αὐτόθεν ἢ Τίρυνθα νέμων πόλιν ἠὲ Μυκήνην. ὣς κεῖνος ἀγόρευε· γένος δέ μιν εἶναι ἔφασκεν, εἰ ἐτεόν περ ἐγὼ μιμνήσκομαι, ἐκ Περσῆος. ἔλπομαι οὐχ ἕτερον τόδε τλήμεναι Αἰγιαλήων ἠὲ σέ· δέρμα δὲ θηρὸς ἀριφραδέως ἀγορεύει χειρῶν καρτερὸν ἔργον, ὅ τοι περὶ πλευρὰ καλύπτει.