ὡσεί περ σφετέρῃσιν ἐνὶ φρεσὶ βάλλομαι ἄρτι. ἤλυθε γὰρ στείχων τις ἀπʼ Ἄργεος ὡς μέσος ἀκμῆς ἐνθάδʼ Ἀχαιὸς ἀνὴρ Ἑλίκης ἐξ ἀγχιάλοιο· ὃς δή τοι μυθεῖτο καὶ ἐν πλεόνεσσιν Ἐπειῶν, οὕνεκεν Ἀργείων τις ἕθεν παρεόντος ὄλεσσε θηρίον, αἰνολέοντα, κακὸν τέρας ἀγροιώταις, κοίλην αὖλιν ἔχοντα Διὸς Νεμέοιο παρʼ ἄλσος, οὐκ οἶδʼ ἀτρεκέως ἢ Ἄργεος ἐξ ἱεροῖο αὐτόθεν ἢ Τίρυνθα νέμων πόλιν ἠὲ Μυκήνην. ὣς κεῖνος ἀγόρευε· γένος δέ μιν εἶναι ἔφασκεν, εἰ ἐτεόν περ ἐγὼ μιμνήσκομαι, ἐκ Περσῆος. ἔλπομαι οὐχ ἕτερον τόδε τλήμεναι Αἰγιαλήων ἠὲ σέ· δέρμα δὲ θηρὸς ἀριφραδέως ἀγορεύει χειρῶν καρτερὸν ἔργον, ὅ τοι περὶ πλευρὰ καλύπτει. εἴπʼ ἄγε νῦν μοι πρῶτον, ἵνα γνώω κατὰ θυμόν, ἥρως, εἴτʼ ἐτύμως μαντεύομαι εἴτε καὶ οὐκί, εἰ σύγʼ ἐκεῖνος, ὃν ἧμιν ἀκουόντεσσιν ἔειπεν οὑξ Ἑλίκηθεν Ἀχαιός, ἐγὼ δέ σε φράζομαι ὀρθῶς. εἰπὲ δʼ ὅπως ὀλοὸν τόδε θηρίον αὐτὸς ἔπεφνες, ὅππως τʼ εὔυδρον Νεμέης εἰσήλυθε χῶρον· οὐ μὲν γάρ κε τοσόνδε κατʼ Ἀπίδα κνώδαλον εὕροις ἱμείρων ἰδέειν, ἐπεὶ οὐ μάλα τηλίκα βόσκει, ἀλλʼ ἄρκτους τε σύας τε λύκων τʼ ὀλοφώιον ἔρνος. τῷ καὶ θαυμάζεσκον ἀκούοντες τότε μῦθον· οἱ δέ νυ καὶ ψεύδεσθαι ὁδοιπόρον ἀνέρʼ ἔφαντο