ἥ ῥα διʼ ἀμπελεῶνος ἀπὸ σταθμῶν τετάνυστο οὔτι λίην ἀρίσημος ἐν ὕλῃ χλωρὰ θέουσα, τῇ μιν ἄρα προσέειπε Διὸς γόνον ὑψίστοιο Αὐγείω φίλος υἱὸς ἕθεν μετόπισθεν ἰόντα, ἦκα παρακλίνας κεφαλὴν κατὰ δεξιὸν ὦμον· ξεῖνε, πάλαι τινὰ πάγχυ σέθεν πέρι μῦθον ἀκούσας ὡσεί περ σφετέρῃσιν ἐνὶ φρεσὶ βάλλομαι ἄρτι. ἤλυθε γὰρ στείχων τις ἀπʼ Ἄργεος ὡς μέσος ἀκμῆς ἐνθάδʼ Ἀχαιὸς ἀνὴρ Ἑλίκης ἐξ ἀγχιάλοιο·