Φυλεὺς οἵ τʼ ἐπὶ βουσὶ κορωνίσι βουκόλοι ἄνδρες, Ἀμφιτρυωνιάδαο βίην ὑπέροπλον ἰδόντες. τὼ δʼ εἰς ἄστυ λιπόντε καταυτόθι πίονας ἀγροὺς ἐστιχέτην, Φυλεύς τε βίη θʼ Ἡρακληείη. λαοφόρου δʼ ἐπέβησαν ὅθι πρώτιστα κελεύθου, λεπτὴν καρπαλίμοισι τρίβον ποσὶν ἐξανύσαντες, ἥ ῥα διʼ ἀμπελεῶνος ἀπὸ σταθμῶν τετάνυστο οὔτι λίην ἀρίσημος ἐν ὕλῃ χλωρὰ θέουσα, τῇ μιν ἄρα προσέειπε Διὸς γόνον ὑψίστοιο Αὐγείω φίλος υἱὸς ἕθεν μετόπισθεν ἰόντα, ἦκα παρακλίνας κεφαλὴν κατὰ δεξιὸν ὦμον· ξεῖνε, πάλαι τινὰ πάγχυ σέθεν πέρι μῦθον ἀκούσας ὡσεί περ σφετέρῃσιν ἐνὶ φρεσὶ βάλλομαι ἄρτι.