ἐν νομῷ· ὧδʼ ἔκπαγλον ἐπὶ σφίσι γαυριόωντο. καί ῥʼ ὁπότʼ ἐκ λασίοιο θοοὶ προγενοίατο θῆρες ἐς πεδίον δρυμοῖο βοῶν ἕνεκʼ ἀγροτεράων, πρῶτοι τοίγε μάχηνδε κατὰ χροὸς ᾔεσαν ὀσμήν, δεινὸν δʼ ἐβρυχῶντο φόνον λεύσσοντε προσώπῳ. τῶν μέν τε προφέρεσκε βίηφί τε καὶ σφένεϊ ᾧ ἠδʼ ὑπεροπλίῃ Φαέθων μέγας, ὅν ῥα βοτῆρες ἀστέρι πάντες ἔισκον, ὁθούνεκα πολλὸν ἐν ἄλλοις βουσὶν ἰὼν λάμπεσκεν, ἀρίζηλος δʼ ἐτέτυκτο. ὃς δή τοι σκύλος αὖον ἰδὼν χαροποῖο λέοντος