αἰεὶ δὲ πλέονες κερααὶ βόες, αἰὲν ἀμείνους ἐξ ἔτεος γίνοντο μάλʼ εἰς ἔτος· ἦ γὰρ ἅπασαι ζωοτόκοι τʼ ἦσαν περιώσια θηλυτόκοι τε. ταῖς δὲ τριηκόσιοι ταῦροι συνάμʼ ἐστιχόωντο κνήμαργοί θʼ ἕλικές τε, διηκόσιοί γε μὲν ἄλλοι φοίνικες· πάντες δʼ ἐπιβήτορες οἵγʼ ἔσαν ἤδη. ἄλλοι δʼ αὖ μετὰ τοῖσι δυώδεκα βουκολέοντο ἱεροὶ Ἠελίοιο· χρόην δʼ ἔσαν ἠύτε κύκνοι ἀργησταί, πᾶσιν δὲ μετέπρεπον εἰλιπόδεσσιν οἳ καὶ ἀτιμαγέλαι βόσκοντʼ ἐριθηλέα ποίην