Ἀμφιτρυωνιάδης καὶ ἀρηρότα νωλεμὲς αἰεὶ ἐκπάγλως θαύμαζε θεῶν τόγε μυρίον ἕδνον εἰσορόων. οὐ γάρ κεν ἔφασκέ τις οὐδὲ ἐώλπει ἀνδρὸς ληίδʼ ἑνὸς τόσσην ἔμεν οὐδὲ δέκʼ ἄλλων, οἵτε πολύρρηνες πάντων ἔσαν ἐκ βασιλήων. Ἠέλιος δʼ ᾧ παιδὶ τόγʼ ἔξοχον ὤπασε δῶρον, ἀφνειὸν μήλοις περὶ πάντων ἔμμεναι ἀνδρῶν, καί ῥά οἱ αὐτὸς ὄφελλε διαμπερέως βοτὰ πάντα ἐς τέλος· οὐ μὲν γάρ τις ἐπήλυθε νοῦσος ἐκείνου βουκολίοις, αἵτʼ ἔργα καταφθείρουσι νομήων, αἰεὶ δὲ πλέονες κερααὶ βόες, αἰὲν ἀμείνους ἐξ ἔτεος γίνοντο μάλʼ εἰς ἔτος· ἦ γὰρ ἅπασαι ζωοτόκοι τʼ ἦσαν περιώσια θηλυτόκοι τε. ταῖς δὲ τριηκόσιοι ταῦροι συνάμʼ ἐστιχόωντο κνήμαργοί θʼ ἕλικές τε, διηκόσιοί γε μὲν ἄλλοι φοίνικες· πάντες δʼ ἐπιβήτορες οἵγʼ ἔσαν ἤδη. ἄλλοι δʼ αὖ μετὰ τοῖσι δυώδεκα βουκολέοντο ἱεροὶ Ἠελίοιο· χρόην δʼ ἔσαν ἠύτε κύκνοι ἀργησταί, πᾶσιν δὲ μετέπρεπον εἰλιπόδεσσιν οἳ καὶ ἀτιμαγέλαι βόσκοντʼ ἐριθηλέα ποίην ἐν νομῷ· ὧδʼ ἔκπαγλον ἐπὶ σφίσι γαυριόωντο. καί ῥʼ ὁπότʼ ἐκ λασίοιο θοοὶ προγενοίατο θῆρες ἐς πεδίον δρυμοῖο βοῶν ἕνεκʼ ἀγροτεράων, πρῶτοι τοίγε μάχηνδε κατὰ χροὸς ᾔεσαν ὀσμήν, δεινὸν δʼ ἐβρυχῶντο φόνον λεύσσοντε προσώπῳ.