ἔνθα καὶ ἄρρηκτόν περ ἔχων ἐν στήθεσι θυμὸν Ἀμφιτρυωνιάδης καὶ ἀρηρότα νωλεμὲς αἰεὶ ἐκπάγλως θαύμαζε θεῶν τόγε μυρίον ἕδνον εἰσορόων. οὐ γάρ κεν ἔφασκέ τις οὐδὲ ἐώλπει ἀνδρὸς ληίδʼ ἑνὸς τόσσην ἔμεν οὐδὲ δέκʼ ἄλλων, οἵτε πολύρρηνες πάντων ἔσαν ἐκ βασιλήων. Ἠέλιος δʼ ᾧ παιδὶ τόγʼ ἔξοχον ὤπασε δῶρον, ἀφνειὸν μήλοις περὶ πάντων ἔμμεναι ἀνδρῶν, καί ῥά οἱ αὐτὸς ὄφελλε διαμπερέως βοτὰ πάντα ἐς τέλος· οὐ μὲν γάρ τις ἐπήλυθε νοῦσος ἐκείνου βουκολίοις, αἵτʼ ἔργα καταφθείρουσι νομήων, αἰεὶ δὲ πλέονες κερααὶ βόες, αἰὲν ἀμείνους ἐξ ἔτεος γίνοντο μάλʼ εἰς ἔτος· ἦ γὰρ ἅπασαι