ἄστρεπτος· καθαρῷ δὲ πυρώσατε δῶμα θεείῳ πρᾶτον, ἔπειτα δʼ ἅλεσσι μεμιγμένον, ὡς νενόμισται, θαλλῷ ἐπιρραίνειν ἐστεμμένῳ ἀβλαβὲς ὕδωρ· Ζηνὶ δʼ ἐπιρρέξαι καθυπερτέρῳ ἄρσενα χοῖρον, δυσμενέων αἰεὶ καθυπέρτεροι ὡς τελέθοιτε. φᾶ, καὶ ἐρωήσας ἐλεφάντινον ᾤχετο δίφρον Τειρεσίας πολλοῖσι βαρύς περ ἐὼν ἐνιαυτοῖς. Ἡρακλέης δʼ ὑπὸ ματρὶ νέον φυτὸν ὣς ἐν ἀλωᾷ ἐτρέφετʼ Ἀργείου κεκλημένος Ἀμφιτρύωνος. γράμματα μὲν τὸν παῖδα γέρων Λίνος ἐξεδίδαξεν, υἱὸς Ἀπόλλωνος μελεδωνεὺς ἄγρυπνος ἥρως, τόξον δʼ ἐντανύσαι καὶ ἐπίσκοπον εἶναι ὀϊστῶν Εὔρυτος ἐκ πατέρων μεγάλαις ἀφνειὸς ἀρούραις.