ἀνθρώποις ὅ τι Μοῖρα κατὰ κλωστῆρος ἐπείγει. ἀλλʼ Εὐηρείδα μάλα σε φρονέοντα διδάσκω. τόσσʼ ἔλεγεν βασίλεια· ὁ δʼ ἀνταμείβετο τοίως· θάρσει ἀριστοτόκεια γύναι, Περσήιον αἷμα. θάρσει· μελλόντων δὲ τὸ λώιον ἐν φρεσὶ θέσθαι. ναὶ γὰρ ἐμὸν γλυκὺ φέγγος ἀποιχόμενον πάλαι ὄσσων, πολλαὶ Ἀχαιιάδων μαλακὸν περὶ γούνατι νῆμα χειρὶ κατατρίψοντι ἀκρέσπερον ἀείδοισαι Ἀλκμήναν ὀνομαστί, σέβας δʼ ἔσῃ Ἀργείαισι. τοῖος ἀνὴρ ὅδε μέλλει ἐς οὐρανὸν ἄστρα φέροντα ἀμβαίνειν τεὸς υἱός, ἀπὸ στέρνων πλατὺς ἥρως, οὗ καὶ θηρία πάντα καὶ ἀνέρες ἥσσονες ἄλλοι. δώδεκά οἱ τελέσαντι πεπρωμένον ἐν Διὸς οἰκεῖν